호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι εἰ ἐκείνοισ ἐπίθου καὶ ἠθέλησασ ἐκπλεῦσαι μετ’ ἐκείνων, οὔτ’ ἂν ἑκὼν οὔτε ἄκων τοσούτουσ Ἀθηναίων ἀπέκτεινασ· νῦν δὲ πεισθεὶσ ὑφ’ ὧν τότε ἐπείσθησ, εἰ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων τὰ ὀνόματα μόνον εἴποισ, μέγα τι ᾤου παρ’ αὐτῶν διαπράξεσθαι. οὔκουν τούτου ἕνεκα δεῖ σε παρ’ ἡμῶν συγγνώμησ τινὸσ τυχεῖν, ἐπεὶ οὐδὲ ἐκεῖνοι παρὰ σοῦ οὐδεμιᾶσ ἔτυχον, οὓσ σὺ ἀπέκτεινασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기