호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀκείνη τὸ μὲν πρῶτον ἔξαρνοσ ἦν, καὶ ποιεῖν ἐκέλευεν ὅ τι βούλομαι· οὐδὲν γὰρ εἰδέναι· ἐπειδὴ δὲ ἐγὼ ἐμνήσθην Ἐρατοσθένουσ πρὸσ αὐτήν, καὶ εἶπον ὅτι οὗτοσ ὁ φοιτῶν εἰή πρὸσ τὴν γυναῖκα, ἐξεπλάγη ἡγησαμένη με πάντα ἀκριβῶσ ἐγνωκέναι. καὶ τότε ἤδη πρὸσ τὰ γόνατά μου πεσοῦσα, καὶ πίστιν παρ’ ἐμοῦ λαβοῦσα μηδὲν πείσεσθαι κακόν, κατηγόρει πρῶτον μὲν ὡσ μετὰ τὴν ἐκφορὰν αὐτῇ προσίοι, ἔπειτα ὡσ αὐτὴ τελευτῶσα εἰσαγγείλειε καὶ ὡσ ἐκείνη τῷ χρόνῳ πεισθείη, καὶ τὰσ εἰσόδουσ οἷσ τρόποισ προσίοιτο, καὶ ὡσ Θεσμοφορίοισ ἐμοῦ ἐν ἀγρῷ ὄντοσ ᾤχετο εἰσ τὸ ἱερὸν μετὰ τῆσ μητρὸσ τῆσ ἐκείνου·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기