호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ ταῦτα, ὦ ἄνδρεσ, χρόνου μεταξὺ διαγενομένου καὶ ἐμοῦ πολὺ ἀπολελειμμένου τῶν ἐμαυτοῦ κακῶν, προσέρχεταί μοί τισ πρεσβῦτισ ἄνθρωποσ, ὑπὸ γυναικὸσ ὑποπεμφθεῖσα ἣν ἐκεῖνοσ ἐμοίχευεν, ὡσ ἐγὼ ὕστερον ἤκουον· αὕτη δὲ ὀργιζομένη καὶ ἀδικεῖσθαι νομίζουσα, ὅτι οὐκέτι ὁμοίωσ ἐφοίτα παρ’ αὐτήν, ἐφύλαττεν ἑώσ ἐξηῦρεν ὅ τι εἰή τὸ αἴτιον. προσελθοῦσα οὖν μοι ἐγγὺσ ἡ ἄνθρωποσ τῆσ οἰκίασ τῆσ ἐμῆσ ἐπιτηροῦσα, "εὐφίλητε" ἔφη "μηδεμιᾷ πολυπραγμοσύνῃ προσεληλυθέναι με νόμιζε πρὸσ σέ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기