- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 100

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 100)

καὶ ἅμα ταῦτα λέγων οἱο῀ς ἦν ἀπανίστασθαι:? "τέτλαθι δή, πενίη, καὶ ἀνάσχεο μωρολογούντων ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής. ἐγὼ γὰρ ἤδη ὑπὸ τῆς ἐνδείας οὐ διθυράμβους φθέγγομαι κατὰ τὸν Σωκράτην, ἀλλ ἤδη καὶ ἔπη λιμῶδες γὰρ ὄντως ἡ ῥαψῳδία κατὰ. γὰρ Ἀμειψίαν, ὃς ἐν Σφενδόνῃ ἔφη περὶ σοῦ μαντευσάμενος, ὦ Λαρήνσιε, κοὐδ εἷς σοὐστὶν τῶν πλουτούντων, μὰ τὸν Ἥφαιστον, προσόμοιος, καλλιτράπεζος καὶ βουλόμενος λιπαρὸν ψωμὸν καταπίνειν. "ὁρῶ γὰρ θαῦμ ἄπιστον, ἰχθύων γένη περὶ τὴν ἄκραν παίζοντα, κωβιούς, σπάρους, ψήττας, ἐρυθρίνους, κεστρέας, πέρκας, ὄνους, θύννους, μελανούρους, σηπίας, αὐλωπίας, τρίγλας, ἑλεδώνας, σκορπίους, φησὶν Ἡνίοχος ἐν Πολυπράγμονι: "δεῖ οὖν κἀμὲ κατὰ τὸν κωμικὸν Μεταγένην ἐπειπόντα εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ δείπνου τετλάναι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION