- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 80

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 80)

τῇ δ ἀλαζονείᾳ μετὰ τὴν κολακείαν χώραν δίδωσιν Ἀναξανδρίδης ὁ κωμῳδιοποιὸς ἐν Φαρμακομάντει λέγων οὕτως :? ὅτι εἴμ ἀλαζὼν τοῦτ ἐπιτιμᾷς· ἀλλὰ τί· νικᾷ γὰρ αὕτη τὰς τέχνας πάσας πολὺ μετὰ τὴν κολακείαν ἥδε μὲν γὰρ διαφέρει. ψωμοκόλακος δὲ μνημονεύει Ἀριστοφάνης ἐν Γηρυτάδῃ οὕτως: ψίθυρός τ ἐκαλοῦ καὶ ψωμοκόλαξ. καὶ Σαννυρίων Ιοἶ, φθείρεσθ πίτριπτοι ψωμοκόλακες. Φιλήμων Ἀνανεουμένῃ : ψωμοκόλαξ τ ἔσθ οὗτος. Φιλιππίδης δ ἐν Ἀνανεώσει: ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί. κυρίως δὲ ὁ κόλαξ ἐπὶ τούτου κεῖται: κόλον γὰρ ἡ τροφή, ὅθεν καὶ ὁ βουκόλος καὶ ὁ δύσκολος, ὅς ἐστι δυσάρεστος καὶ σικχός, κοιλία τε ἡ τὴν τροφὴν δεχομένη, ψωμοκόλαφον δ εἴρηκε Δίφιλος ἐν Θησεῖ οὕτως: σὲ μὲν καλοῦσι ψωμοκόλαφον δραπέτην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION