호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἀπέκτεινα ἄν, εἶπέν, σε νὴ τοὺς θεούς, εἰ μὴ πονηρῶν ἀνδρῶν ἡ τυραννὶς ἐδεῖτο.? Ἀντιφάνης δ ὁ κωμῳδιοποιὸς ἐν Στρατιώτῃ τὰ ὅμοια λέγει περὶ τῆς τῶν ἐν Κύπρῳ βασιλέων τρυφῆς. ποιεῖ δέ τινα ἀναπυνθανόμενον στρατιώτου τάδε: ἐν Κύπρῳ φής, εἰπέ μοι, διήγετε πολὺν χρόνον· β. τὸν πάνθ ἑώς ἦν ὁ πόλεμος. α. ἐν τίνι τόπῳ μάλιστα· λέγε γάρ. β. ἐν Πάφῳ: οὗ πρᾶγμα τρυφερὸν διαφερόντως ἦν ἰδεῖν, ἄλλως τ ἄπιστον.
α. ποῖον· β. ἐρριπίζετο ὑπὸ τῶν περιστερῶν, ὑπ ἄλλου δ οὐδενὸς δειπνῶν ὁ βασιλεύς. α. πῶς· ἐάσας τἄλλα γὰρ ἐρήσομαί σε τοῦθ. β. ὅπως· ἠλείφετο ἐκ τῆς Συρίας ἥκοντι τοιούτῳ μύρῳ καρποῦ σύχν οἱού φασὶ τὰς περιστερὰς τρώγειν. διὰ τὴν ὀσμὴν δὲ τούτου πετόμεναι παρῆσαν οἱαί῀ τ ἦσαν ἐπικαθιζάνειν ἐπὶ τὴν κεφαλὴν παῖδες δὲ παρακαθήμενοι ἐσόβουν. ἀπαίρουσαι δὲ μικρόν, οὐ πολύ, τὸ μήτ ἐκεῖσε μήτε δεῦρο παντελῶς, οὕτως ἀνερρίπιζον ὥστε σύμμετρον αὐτῷ τὸ πνεῦμα, μὴ περίσκληρον ποιεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기