호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ γὰρ κολακεύειν νῦν ἀρέσκειν ὄνομ ἔχει.? οὐκ ἐπίστανται δὲ οἱ τὴν κολακείαν μεταχειριζόμενοι ὥς ἐστιν αὕτη ἡ τέχνη ὀλιγοχρόνιος. Ἄλεξις γοῦν φησιν ἐν Ψευδομένῳ: κόλακος δὲ βίος μικρὸν χρόνον ἀνθεῖ: οὐδεὶς γὰρ χαίρει πολιοκροτάφῳ παρασίτῳ. Κλέαρχος δ ὁ Σολεὺς ἐν τῷ πρώτῳ τῶν Ἐρωτικῶν: "διαρκεῖ πρὸς φιλίαν. "καταναλίσκει γὰρ ὁ χρόνος τὸ τοῦ προσποιήματος αὐτῶν ψεῦδος. "ὁ δ ἐραστὴς κόλαξ ἐστὶ φιλίας δι ὡρ´αν ἢ κάλλος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기