호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κόλακας δ εἶναί φησι Φύλαρχος καὶ τοὺς ἐν Λήμνῳ κατοικοῦντας Ἀθηναίων ἐν τῇ τρισκαιδεκάτῃ τῶν ἱστοριῶν χάριν γὰρ ἀποδιδόντας τοῖς Σελεύκου καὶ Ἀντιόχου ἀπογόνοις, ἐπεὶ αὐτοὺς ὁ Σέλευκος πικρῶς ἐπιστατουμένους ὑπὸ Λυσιμάχου οὐ μόνον ἐξείλετο, ἀλλὰ καὶ τὰς πόλεις αὐτοῖς ἀπέδωκεν ἀμφοτέρας, οἱ Λημνόθεν Ἀθηναῖοι οὐ μόνον ναοὺς κατεσκεύασαν τοῦ Σελεύκου, ἀλλὰ καὶ τοῦ υἱοῦ Ἀντιόχου:? καὶ τὸν ἐπιχεόμενον κύαθον ἐν ταῖς συνουσίαις Σελεύκου σωτῆρος καλοῦσι. ταύτην δὲ τὴν κολακείαν τινὲς ἐκτρεπόμενοι τοὔνομα ἀρέσκειαν προσαγορεύουσιν, ὡς καὶ Ἀναξανδρίδης ἐν Σαμίᾳ: τὸ γὰρ κολακεύειν νῦν ἀρέσκειν ὄνομ ἔχει.
οὐκ ἐπίστανται δὲ οἱ τὴν κολακείαν μεταχειριζόμενοι ὥς ἐστιν αὕτη ἡ τέχνη ὀλιγοχρόνιος. Ἄλεξις γοῦν φησιν ἐν Ψευδομένῳ: κόλακος δὲ βίος μικρὸν χρόνον ἀνθεῖ: οὐδεὶς γὰρ χαίρει πολιοκροτάφῳ παρασίτῳ. Κλέαρχος δ ὁ Σολεὺς ἐν τῷ πρώτῳ τῶν Ἐρωτικῶν: "διαρκεῖ πρὸς φιλίαν. "καταναλίσκει γὰρ ὁ χρόνος τὸ τοῦ προσποιήματος αὐτῶν ψεῦδος. "ὁ δ ἐραστὴς κόλαξ ἐστὶ φιλίας δι ὡρ´αν ἢ κάλλος. τῶν δὲ Δημητρίου τοῦ βασιλέως κολάκων οἱ περὶ Ἀδείμαντον τὸν Λαμψακηνὸν νεὼν κατασκευασάμενοι καὶ ἀγάλματα ἱδρυσάμενοι Θριῆσιν ὠνόμασαν Φίλας Ἀφροδίτης καὶ τὸν τόπον Φιλαῖον ἐκάλεσαν ἀπὸ τῆς Δημητρίου Φίλας, ὥς φησι Διονύσιος ὁ τοῦ Τρύφωνος ἐν τῷ δεκάτῳ περὶ ὀνομάτων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기