- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 65

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 65)

τοιοῦτοι τότ ἐγένοντο οἱ Ἀθηναῖοι κολακείας θηρίου χαλεπωτάτου λύσσαν ἐμβαλούσης αὐτῶν τῇ πόλει:? ἣν ὁ μὲν Πύθιος ἑστίαν τῆς Ἑλλάδος ἀνεκήρυξε, πρυτανεῖον δὲ Ἑλλάδος ὁ δυσμενέστατος Θεόπομπος ὁ φήσας ἐν ἄλλοις πλήρεις εἶναι τὰς Ἀθήνας Διονυσοκολάκων καὶ ναυτῶν καὶ λωποδυτῶν, ἔτι δὲ ψευδομαρτύρων καὶ συκοφαντῶν καὶ ψευδοκλητήρων. οὓς ἐγὼ πείθομαι ὡς ἐπομβρίαν ἤ τι δεινὸν ἐκ θεοῦ τὴν προειρημένην πᾶσαν εἰσηγήσασθαι κολακείαν. περὶ ἧς καλῶς ὁ Διογένης ἔλεγε πολὺ κρεῖττον εἶναι ἐς κόρακας ἀπελθεῖν ἢ ἐς κόλακας, οἳ ζῶντας ἔτι τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν κατεσθίουσι. φησὶ γοῦν καὶ Ἀναξίλας ἐν ,: οἱ κόλακές εἰσι τῶν ἐχόντων οὐσίας σκώληκες. εἰς οὖν ἄκακον ἀνθρώπου τρόπον εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος, ἑώς ἂν ὥσπερ πυρὸν ἀποδείξῃ κενόν. ἔπειθ ὁ μὲν λέμμ ἐστίν, ὁ δ ἕτερον δάκνει.

Πλάτων τ ἐν Φαίδρῳ φησί: "οὐ χορεύσεις ἐνθάδε οὐδ ἁμῶν ἀκούσει.

Δίφιλος δ ἐν Γάμῳ φησὶν ὁ γὰρ κόλαξ καὶ στρατηγὸν καὶ δυνάστην καὶ φίλους καὶ τὰς πόλεις ἀνατρέπει λόγῳ κακούργῳ μικρὸν ἡδύνας χρόνον. νῦν δὲ καὶ καχεξία τις ὑποδέδυκε τοὺς ὄχλους,, αἱ κρίσεις θ ἡμῶν νοσοῦσι, καὶ τὸ πρὸς χάριν πολύ. διὸ καὶ Θετταλοὶ καλῶς ποιήσαντες κατέσκαψαν τὴν καλουμένην πόλιν Κολακείαν, ἣν Μηλιεῖς ἐνέμοντο, ὥς φησι Θεόπομπος ἐν τῇ τριακοστῇ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION