호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτ ᾖδον οἱ Μαραθωνομάχοι οὐ δημοσίᾳ, μόνον, ἀλλὰ καὶ κατ οἰκίαν, οἱ τὸν προσκυνήσαντα τὸν Περσῶν βασιλέα ἀποκτείναντες, οἱ τὰς ἀναρίθμους μυριάδας τῶν βαρβάρων φονεύσαντες.? Ἄλεξις γοῦν ἐν Φαρμακοπώλῃ ἢ Κρατείᾳ προπίνοντά τινα εἰσαγαγὼν ἑνὶ τῶν συμποτῶν καὶ λέγοντα ποιεῖ τάδε: παῖ, τὴν μεγάλην δός, ὑποχέας φιλίας κυάθους τῶν συμπαρόντων: ὅσων ἀγαθῶν τὴν κύλικα μεστὴν πίομαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기