호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοσαῦτα τοῦ Πλουτάρχου εἰπόντος περὶ παρασίτων διαδεξάμενος τὸν λόγον ὁ Δημόκριτος ἀλλὰ μὴν καὶ αὐτός, ἔφη, τὸ ποτίκολλον ἅτε ξύλον παρὰ ξύλῳ, ὡς ὁ Θηβαῖος εἴρηκεν ποιητής, περὶ κολάκων ἐρῶ τι.? ὁ καλὸς εἶπεν Μένανδρος, οὐ μακρὰν δ ἐστὶν ὁ κόλαξ τοῦ τῶν παρασίτων ὀνόματος. Κλείσοφον γοῦν τὸν ὑπὸ πάντων κόλακα Φιλίππου τοῦ τῶν Μακεδόνων βασιλέως ἀναγραφόμενον ῾ Ἀθηναῖος δ ἦν γένος, ὥς φησι Σάτυρος ὁ περιπατητικὸς ἐν τῷ Φιλίππου βίῳ ᾿ Λυγκεὺς ὁ Σάμιος ἐν τοῖς Ἀπομνημονεύμασι παράσιτον ὀνομάζει λέγων οὕτως: "Κλείσοφος ὁ Φιλίππου παράσιτος ἐπιτιμῶντος αὐτῷ τοῦ Φιλίππου διότι ἀεὶ αἰτεῖ, ἵν, ἔφη, μὴ ἐπιλανθάνωμαι. τοῦ δὲ Φιλίππου δόντος αὐτῷ ἵππον τραυματίαν ἀπέδοτο.
"ἐκ τοῦ τραύματος, ἔφη, κείνου πέπραται. "εἶτ οὐκ ἐγὼ σέ, ἔφη, θρέψω· καὶ ὁ Δελφὸς δὲ Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασι περὶ τοῦ Κλεισόφου τάδε ἱστορεῖ: "εὖ γε νὴ τοὺς θεούς. "τί δὲ σὺ οἶδας ὑπὲρ ὧν γέγραπται· "ἄκρως γέ μοι ἐπετίμησας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기