- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 52

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 52)

Μένανδρος δ ἐν τῇ Ὀργῇ περὶ φίλου λέγων οὐχ ὑπακούοντος γάμων δείπνῳ φησίν τοῦθ ἑταῖρός ἐστιν ὄντως:? οὐκ ἐρωτᾷ πηνίκα δεῖπνόν ἐστιν, ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει τοὺς παρόντας, εἶτα δεῖπνον ἕτερον εἰς τρίτην βλέπει, εἶτα δ ἕτερον εἰς τρίτην βλέπει εἶτα περίδειπνον πάλιν. καὶ Ἄλεξις ἐν Ὀρέστῃ Νικόστρατός τε ἐν Πλούτῳ Μένανδρός τε ἐν Μέθῃ καὶ ΝομοθέτῃΣ32 Φιλωνίδης τε ἐν Κοθόρνοις οὕτως: ἐγὼ δ ἀπόσιτος ὢν τοιαῦτ οὐκ ἀνέχομαι. , Τῷ δὲ παράσιτος ὅμοιά ἐστιν ὀνόματα ἐπίσιτος, περὶ οὗ προείρηται, καὶ οἰκόσιτος σιτόκουρός τε καὶ αὐτόσιτος, ἔτι δὲ κακόσιτος καὶ ὀλιγόσιτος. μνημονεύει δὲ τοῦ μὲν οἰκοσίτου Ἀναξανδρίδης ἐν Κυνηγέταις: υἱὸς γὰρ οἰκόσιτος ἡδὺ γίνεται.

ποιμαίνει δ ἐπισίτιον, ῥιγῶν δ ἐν Μεγαβύζου δέξετ ἐπὶ μισθῷ σῖτον. καλεῖται δ οἰκόσιτος ὁ μὴ μισθοῦ, ἀλλὰ προῖκα τῇ πόλει ὑπηρετῶν. Ἀντιφάνης Σκύθῃ: ταχὺ γὰρ γίνεται ἐκκλησιαστὴς οἰκόσιτος. Μένανδρος Δακτυλίῳ: οἰκόσιτον νυμφίον οὐδὲν δεόμενον προικὸς ἐξευρήκαμεν. καὶ ἐν Κιθαριστῇ: οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις. Ἐπισιτίου δὲ Κράτης Τόλμαις: ἰδίως δ ἐν Συναριστώσαις ἔφη:

ἀστεῖον τὸ μὴ συνάγειν γυναῖκας μηδὲ δειπνίζειν ὄχλον, ἀλλ οἰκοσίτους τοὺς γάμους πεποιηκέναι. σιτοκούρου δ, Ἄλεξις μνημονεύει ἐν Παννυχίδι ἢ Ἐρίθοις: ἔσῃ περιπατῶν σιτόκουρος. Μένανδρος δὲ τὸν ἄχρηστον καὶ μάτην τρεφόμενον σιτόκουρον εἴρηκεν ἐν Θρασυλέοντι οὕτως: πάντ ὀκνηρός, πάντα μέλλων, σιτόκουρος ὁμολογῶν παρατρέφεσθαι.

καὶ ἐν Πωλουμένοις: οἴμοι τάλας, ἕστηκας ἔτι πρὸς ταῖς θύραις τὸ φορτίον θείς σιτόκουρον, ἄθλιον, ἄχρηστον εἰς τὴν οἰκίαν εἰλήφαμεν. αὐτόσιτον δ εἴρηκε Κρώβυλος ἐν Ἀπαγχομένῳ: παράσιτον αὐτόσιτον. αὑτὸν γοῦν τρέφων τὰ πλεῖστα συνερανιστὸς εἶ τῷ δεσπότῃ. κακοσίτου δὲ μέμνηται Εὔβουλος ἐν Γανυμήδει: ὕπνος αὐτὸν ὄντα κακόσιτον τρέφει.

ὀλιγοσίτου δὲ μέμνηται Φρύνιχος ἐν Μονοτρόπῳ: ὁ δὲ ὀλιγόσιτος Ἡρακλῆς ἐκεῖ τί δρᾷ· καὶ Φερεκράτης ἢ Στράττις ἐν Ἀγαθοῖς: ὡς ὀλιγόσιτος ἦσθ ἄρ, ὃς κατεσθίεις τῆς ἡμέρας μακρᾶς τριήρους σιτία.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION