- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 51

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 51)

Δίφιλος δ ἐν Συνωρίδι ἑταίρας δ ὄνομα ἡ Συνωρὶς Εὐριπίδου μνησθεὶς κύβος δέ τις οὕτως καλεῖται Εὐριπίδης παίζων καὶ πρὸς τὸ τοῦ ποιητοῦ ὄνομα ἅμα καὶ περὶ παρασίτων, τάδε λέγει:? ἄριστ ἀπαλλάττεις ἐπὶ τούτου τοῦ κύβου. β. ἀστεῖος εἶ. δραχμὴν ὑπόθες. α. κεῖται πάλαι. β. πῶς ἂν βάλοιμ Εὐριπίδην· α. οὐκ ἄν ποτε Εὐριπίδης γυναῖκα σώσει. οὐχ ὁρᾷς ἐν ταῖς τραγῳδίαισιν αὐτὰς ὡς στυγεῖ· τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι "ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος μὴ τοὐλάχιστον τρεῖς ἀσυμβόλους τρέφει, ὄλοιτο, νόστου μὴ ποτ εἰς πάτραν τυχών. Β.

πόθεν ἐστὶ ταῦτα, πρὸς θεῶν· α. τί δέ σοι μέλει· οὐ γὰρ τὸ δρᾶμα, τὸν δὲ νοῦν σκοπούμεθα. ἐν δὲ τῇ διασκευῇ τοῦ αὐτοῦ δράματος περὶ ὀργιζομένου παρασίτου λέγων φησίν ὀργίζεται· παράσιτος ὢν ὀργίζεται· β. οὐχ ἀλλ ἀλείψας τὴν τράπεζαν τῇ χολῇ ὥσπερ τὰ παιδί αὑτὸν ἀπογαλακτιεῖ. καὶ ἑξῆς:

τότε φάγοις, παράσιθ. β. ὁρ´α ὡς διασέσυρκε τὴν τέχνην. οὐκ οἶσθ ὅτι μετὰ τὸν κιθαρῳδὸν ὁ παράσιτος κρίνεται· κἀν τῷ δὲ ἐπιγραφομένῳ Παρασίτῳ δράματί φησιν οὐ δεῖ παρασιτεῖν ὄντα δυσάρεστον σφόδρα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION