- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 50

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 50)

κοινῇ δὲ περὶ παρασίτων εἰρήκασι Τιμοκλῆς μὲν ἐν Πύκτῃ, ἐπισιτίους καλῶν αὐτοὺς ἐν τοῖσδε:? ἐπισίτιοι γὰρ καλοῦνται οἱ ἐπὶ τροφαῖς ὑπουργοῦντες. εὑρήσεις δὲ τῶν ἐπισιτίων τούτων τιν οἳ δειπνοῦσιν ἐσφυδωμένοι τἀλλότρι, ἑαυτοὺς ἀντὶ κωρύκων λέπειν παρέχοντες ἀθληταῖσιν. Φερεκράτης Γραυσί: : σὺ δ οὐδὲ θᾶσσον, Σμικυθίων, ἐπισιτιεῖ· β. τίς δ οὗτος ὑμῖν ἐστι· α. τοῦτον πανταχοῦ ἄγω λαρυγγικὸν τιν ἐπὶ μισθῷ ξένον. Πλάτων ἐν τετάρτῳ Πολιτείας: "καὶ ταῦτα ἐπισίτιοι καὶ οὐδὲ μισθὸν πρὸς τοῖς σιτίοις ὥσπερ οἱ ἄλλοι λαβόντες. Ἀριστοφάνης Πελαργοῖς: ἢν γὰρ ἕν ἄνδρ ἄδικον σὺ διώκῃς, ἀντιμαρτυροῦσι δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι. Εὔβουλος δ ἐν Δαιδάλῳ: ἐθέλει δ ἄνευ μισθοῦ παρ αὐτοῖς καταμένειν ἐπισίτιος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION