호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"περιάγονται μεθ αὑτῶν καὶ πολεμοῦντες συμβιωτάς, οὓς καλοῦσι παρασίτους, οὗτοι δὲ ἐγκώμια αὐτῶν καὶ πρὸς ἁθρόους λέγουσιν ἀνθρώπους συνεστῶτας καὶ πρὸς ἕκαστον τῶν κατὰ μέρος ἐκείνων ἀκροωμένων.? "τὰ δὲ ἀκούσματα αὐτῶν εἰσιν οἱ καλούμενοι βάρδοι: "ποιηταὶ δὲ οὗτοι τυγχάνουσι μετ ᾠδῆς ἐπαίνους λέγοντες. ἐν δὲ τῇ τετάρτῃ καὶ τριακοστῇ ὁ αὐτὸς συγγραφεὺς Ἀπολλώνιόν τινα ἀναγράφει παράσιτον γεγονότα Ἀντιόχου τοῦ Γρυποῦ ἐπικαλουμένου τοῦ τῆς Συρίας βασιλέως. "ἐκφοβήσω, βασιλεῦ:
"δός μοι τάλαντον. ἦν δ ὁ Λυσίμαχος μικρολογώτατος. Ἀγαθαρχίδης δ ὁ Κνίδιος ἐν τῇ β καὶ εἰκοστῇ τῶν Εὐρωπιακῶν Ἀριστομάχου τοῦ τοῦ Ἀργείων τυράννου παράσιτον γενέσθαι φησὶν Ἀνθεμόκριτον τὸν παγκρατιαστήν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기