호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ δὲ Κορύδου ἀποφθέγματα τάδε ἀναγράφει ὁ Λυγκεύς:? Κορύδῳ συμπινούσης τινὸς ἑταίρας, ᾗ ὄνομα ἦν Γνώμη, καὶ τοῦ οἰναρίου ἐπιλιπόντος εἰσφέρειν ἐκέλευσεν ἕκαστον δύο ὀβολούς, Γνώμην δὲ συμβάλλεσθαι ὅ τι δοκεῖ τῷ δήμῳ. Πολύκτορος δὲ τοῦ κιθαρῳδοῦ φακῆν ῥοφοῦντος καὶ λίθον μασησαμένου ὦ ταλαίπωρε, ἔφη, καὶ ἡ φακῆ σε βάλλει. μήποτε τούτου καὶ Μάχων μνημονεύει, φησὶ γάρ: κακός τις, ὡς ἐοίκε, κιθαρῳδὸς σφόδρα τὴν οἰκίαν μέλλων ἀνοικοδομεῖν, φίλον αὑτοῦ λίθους ᾔτησεν ἀποδώσω δ ἐγὼ αὐτῶν πολὺ πλείους, φησίν, ἐκ τῆς δείξεως. ᾿ λέγοντος δέ τινος τῷ Κορύδῳ ὡς τῆς αὑτοῦ γυναικὸς ἐνίοτε καὶ τὸν τράχηλον καὶ τοὺς τιτθοὺς καὶ τὸν ὀμφαλὸν φιλεῖ πονηρὸν ἔφη, τοῦτ ἤδη:
καὶ γὰρ ὁ Ἡρακλῆς ἀπὸ τῆς ι Ὀμφάλης ἐπὶ τὴν Ἥβην μεταβέβηκε. "δίκαιον, ὅτι οὐκ ἐπιστάμενος δειπνεῖν ἀπεγράψατο. "πότερον ἐγὼ μεθύω ἢ δοκεῖ μοι ταῦτα περιφέρεσθαι·
Χαιρεφῶντος δὲ τοῦ παρασίτου φήσαντος οὐ δύνασθαι τὸν οἶνον φέρειν οὐδὲ γὰρ τὸ εἰς τὸν οἶνον, ἔφη. "ὥσπερ τὰς ληκύθους ὁρῶ σε μέχρι πόσου μεστὸς εἶ. "τοὺς ἄλλους ἀκρατοκώθωνας καλῶν αὐτὸς τὴν μεγάλην ἔσπακεν.
εἰωθότος δ αὐτοῦ ῥυπαροὺς ἄρτους ἐπὶ τὰ δεῖπνα φέρεσθαι, ἐνεγκαμένου τινὸς ἔτι μελαντέρους, οὐκ ἄρτους ἔφη αὐτὸν ἐνηνοχέναι, ἀλλὰ τῶν ἄρτων σκιάς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기