- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 41

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 41)

Μοσχίωνος δέ τινος παρασίτου μνημονεύων Ἄλεξις ἐν Τροφωνίῳ παραμασήτην αὐτὸν ἐν τούτοις καλεῖ:? εἶθ ὁ Μοσχίων ὁ παραμασήτης ἐν βροτοῖς αὐδώμενος. ἐν δὲ τῷ Παγκρατιαστῇ Ἄλεξις τρεχεδείπνους καταλέγων φησίν πρῶτον μὲν ἦν σοι Καλλιμέδων ὁ Κάραβος, ἔπειτα Κόρυδος, Κωβίων, Κυρηβίων, ὁ Σκόμβρος, ἡ Σεμίδαλις. β. Ἡράκλεις φίλε, ἀγοράσματ, οὐ συμπόσιον εἴρηκας, γύναι. Κυρηβίων δ ἐπεκαλεῖτο Ἐπικράτης ὁ Αἰσχίνου τοῦ ῥήτορος κηδεστής, ὥς φησι Δημοσθένης ἐν τῷ περὶ τῆς παραπρεσβείας. τῶν δὲ τοιούτων ἐπιθέτων, ἃ ἐπὶ χλεύῃ Ἀθηναῖοι παίζοντες ἔλεγον, μνημονεύει Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ οὕτως ` ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετ, οἶδ ἀκριβῶς. ἂν μὲν γὰρ ᾖ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε. ἐὰν δὲ μικρὸν παντελῶς ἀνθρώπιον, σταλαγμὸν λαμπρός τις ἐξελήλυθ, εὐθὺς ὄλολυς οὗτός ἐστι:

λιπαρὸς περιπατεῖ Δημοκλῆς, ζωμὸς κατωνόμασται: χαίρει τις αὐχμῶν ἢ ῥυπῶν, κονιορτὸς ἀναπέφηνεν πέφηνεν: ἀκολουθεῖ κόλαξ τῳ, λέμβος ἐπικέκληται:

τὰ πόλλ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις: εἰς τοὺς καλοὺς δ ἄν τις βλέπῃ, καπνὸς Θεαγένειος: ὑφείλετ ἄρνα ποιμένος παίζων, Ἀτρεὺς ἐκλήθη: ἐὰν δὲ κριόν, Φρίξος, ἂν δὲ κωδάριον, Ιἄσων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION