- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 40

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 40)

"μνημονεύω ὅτε ὁ κόρυδος ὀβολοῦ ἦν.? ἦν δὲ καὶ ὁ Φιλόξενος τῶν παρασίτων, ὡς Ἀξιόνικος εἴρηκεν ἐν τῷ Χαλκιδικῷ: πρόκειται δὲ τὸ μαρτύριον. μνημονεύει δὲ αὐτοῦ καὶ Μένανδρος ἐν Κεκρυφάλῳ αὐτὸ μόνον Πτερνοκοπίδα αὐτὸν καλῶν, μνημονεύει δ αὐτοῦ καὶ Μάχων ὁ κωμῳδιοποιὸς ὁ Κορίνθιος μὲν ἢ Σικυώνιος γενόμενος, ἐν Ἀλεξανδρείᾳ δὲ τῇ ἐμῇ καταβιοὺς καὶ διδάσκαλος γενόμενος τῶν κατὰ κωμῳδίαν μερῶν Ἀριστοφάνους τοῦ γραμματικοῦ: ὃς καὶ ἀπέθανεν ἐν τῇ Ἀλεξανδρείᾳ, καὶ ἐπιγέγραπται αὐτοῦ τῷ μνήματι τῷ κωμῳδογράφῳ, κούφη κόνι, τὸν φιλάγωνα κισσὸν ὑπὲρ τύμβου ζῶντα Μάχωνι φέροις. οὐ γὰρ ἔχεις κηφῆνα παλίμπλυτον, ἀλλ ἄρα τέχνης ἄξιον ἀρχαίης λείψανον ἠμφίεσαι.

τοῦτο δ ὁ πρέσβυς ἐρεῖ: Κέκροπος πόλι, καὶ παρὰ Νείλῳ ἔστιν ὅτ ἐν Μούσαις δριμὺ πέφυκε φυτόν. ἐν τούτοις δηλοῖ σαφῶς ὅτι Ἀλεξανδρεὺς ἦν γένος, ὁ δ οὖν Μάχων τοῦ Κορύδου μνημονεύει ἐν τούτοις: τὸν Κόρυδον ἠρώτησεν Εὐκράτη ποθ εἷς τῶν. συμπαρόντων πῶς κέχρητ αὐτῷ ποτε Πτολεμαῖος. οὐκ οἶδ, εἶπεν, οὐδέπω σαφῶς:

πεπότικε μὲν γὰρ ὥσπερ ἰατρός μ, ἔφη, ἃ δεῖ: φαγεῖν δὲ σιτί οὐ δέδωκέ πω. "δόξαν εἰληφότες Εὐκλείδης ὁ Σμικρίνου καὶ Φιλόξενος ἡ Πτερνοκοπίς: "ὧν ὁ μὲν Εὐκλείδης ἀποφθεγγόμενος οὐκ ἀνάξια βιβλίου καὶ μνήμης ἐν τοῖς ἄλλοις ἦν ἀηδὴς καὶ ψυχρός, ὁ δὲ Φιλόξενος οὐδὲν ἐπὶ κεφαλαίου περιττὸν λέγων ὃ τι λαλήσειεν, εἰ πικρανθείη πρός τινα τῶν συζώντων καὶ διηγήσαιτο, πᾶν ἐπαφροδισίας καὶ χάριτος ἦν μεστόν. καὶ οὕτω, γε συνέβη τὸν μὲν Εὐκλείδην ἀκλεῆ καταβιοῦν, τὸν δὲ Φιλόξενον ὑπὸ πάντων φιλεῖσθαι καὶ τιμᾶσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION