- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 37

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 37)

καὶ Ἀξιόνικος δ ἐν Χαλκιδικῷ φησιν:? ὅτε τοῦ παρασιτεῖν πρῶτον ἠράσθην μετὰ Φιλοξένου τῆς Πτερνοκοπίδος νέος ἔτ ὤν, πληγὰς ὑπέμενον κονδύλων καὶ τρυβλίων ὀστῶν τε τό μέγεθος τοσαύτας ὥστε με ἐνίοτε τοὐλάχιστον ὀκτὼ τραύματα ἔχειν. ἐλυσιτέλει γάρ: ἥττων εἰμὶ γὰρ τῆς ἡδονῆς, ἔπειτα καὶ τρόπον τινὰ τὸ πρᾶγμά μοι λυσιτελὲς εἶναι νενόμικα. οἱο῀ν φίλερίς τίς ἐστι καὶ μάχεταί τί μοι: μετεβαλόμην πρὸς τοῦτον ὅσα τ εἴρηκέ με κακῶς ὁμολογῶν εὐθέως οὐ βλάπτομαι. πονηρὸς ὢν δὲ χρηστὸς εἶναι φησί τις ἐγκωμιάζων τοῦτον ἀπέλαβον χάριν, γλαύκου βεβρωκὼς τέμαχος ἑφθὸν τήμερον αὔριον ἑώλον τοῦτ ἔχων οὐκ ἄχθομαι. τοιοῦτος ὁ τρόπος ἐστὶν ἡ φύσις τέ μου.

Ἀντίδοτος δ ἐν τῷ ἐπιγραφομένῳ Πρωτοχόρῳ παράγει τινα παραπλήσιον τοῖς ἐν τῷ Κλαυδίῳ νῦν σοφιστεύουσιν, ὧν οὐδὲ μεμνῆσθαι καλόν, τοιαῦτα περὶ παρασιτικῆς τέχνης λέγοντα: κατὰ τὴν στάσιν δὴ στάντες ἀκροάσασθέ μου. περὶ τοῦ παρασιτεῖν εἴ τις ἐμπέσοι λόγος, τὸ τεχνίον αἰεὶ τοῦτό μοι κατεπίνετο, καὶ παιδομαθὴς πρὸς αὐτὸ τὴν διάνοιαν ἦν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION