- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 34

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 34)

καὶ Ἀριστοφῶν δὲ ἐν Ιἀτρῷ φησι:? βούλομαι δὲ αὐτῷ προειπεῖν οἱό῀ς εἰμι τοὺς τρόπους. ἄν τις ἑστιᾷ, πάρειμι πρῶτος, ὥστ ἤδη πάλαι ζωμὸς καλοῦμαι, δεῖ τιν ἄρασθαι μέσον τῶν παροινούντων, παλαιστὴν νόμισον Ἀργεῖόν μ ὁρᾶν. προσβαλεῖν πρὸς οἰκίαν δεῖ, κριός: ἀναβῆναί τι πρὸς κλιμάκιον Καπανεύς: ὑπομένειν πληγὰς ἄκμων κονδύλους πλάττειν δὲ Τελαμών τοὺς καλοὺς πειρᾶν καπνός. κἀν Πυθαγοριστῇ δέ φησι: πρὸς μὲν τὸ πεινῆν ἐσθίειν τε μηδὲ ἓν νόμιζ ὁρᾶν Τιθύμαλλον ἢ Φιλιππίδην. ὕδωρ δὲ πίνειν βάτραχος, ἀπολαῦσαι θύμων λαχάνων τε κάμπη, πρὸς τὸ μὴ λοῦσθαι ῥύπος, ὑπαίθριος χειμῶνα διάγειν κόψιχος, πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν τέττιξ, ἐλαίῳ μηδὲ χρίεσθαι τὸ πᾶν κονιορτός, ἀνυπόδητος ὄρθρου περιπατεῖν γέρανος, καθεύδειν μηδὲ μικρὸν νυκτερίς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION