호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ Ἀντιφάνης δὲ ἐν Διδύμοις φησίν ὁ γὰρ παράσιτός ἐστιν, ἂν ὀρθῶς σκοπῇς, κοινωνὸς ἀμφοῖν, τῆς τύχης καὶ τοῦ βίου.? οὐδεὶς παράσιτος εὔχετ ἀτυχεῖν τοὺς φίλους, τοὐναντίον δὲ πάντας εὐτυχεῖν ἀεί. ἐστὶν πολυτελὴς τῷ βίῳ τις: οὐ φθονεῖ, μετέχειν δὲ τούτων εὔχετ αὐτῷ συμπαρών. κἀστὶν φίλος γενναῖος ἀσφαλής θ ἅμα, οὐ μάχιμος, οὐ πάροξυς, οὐχὶ βάσκανος, ὀργὴν ἐνεγκεῖν ἀγαθός. ἂν σκώπτῃς, γελᾷ: ἐρωτικός, γελοῖος, ἱλαρὸς τῷ τρόπῳ πάλιν στρατιώτης ἀγαθὸς εἰς ὑπερβολήν, ἂν ᾖ τὸ σιτάρκημα δεῖπνον εὐτρεπές.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기