- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 32

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 32)

χαρακτηρίζει δ οὐκ ἀρρύθμως τὸν παράσιτον ὁποῖὸς τίς ἐστι Τιμοκλῆς ἐν Δρακοντίῳ οὕτως ι ἔπειτ ἐγὼ παράσιτον ἐπιτρέψω τινὶ κακῶς λέγειν·? ἥκιστά γ οὐδὲν ἔστι γὰρ ἐν τοῖς τοιούτοις χρησιμώτερον γένος, εἰ δ ἐστὶ τὸ φιλέταιρον ἕν τι τῶν καλῶν, ἀνήρ παράσιτος τοῦτο ποιεῖ διὰ τέλους, ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίγνεται. πράττεις τι, πράξει συμπαρὼν ὅ τι ἂν δέῃ, δίκαια ταὐτὰ τῷ τρέφοντι νενομικώς, ἐπαινέτης θαυμαστὸς οἱο῀ς τῶν φίλων, χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις: τίς δ οὐχὶ θνητῶν· ἢ τίς ἡρ´ως ἢ θεὸς ἀποδοκιμάζει τὴν τοιαύτην διατριβήν· ἵνα μὴ δὲ πολλὰ μακρολογῶ δι ἡμέρας, τεκμήριόν τι παμμέγεθες οἶμαὶ γ ἐρεῖν, ὁ τῶν παρασίτων ὡς τετίμηται βίος. γέρα γὰρ αὐτοῖς ταὐτὰ τοῖς τὠλύμπια νικῶσι δίδοται χρηστότητος εἵνεκα, σίτησις, οὗ γὰρ μὴ τίθενται συμβολαί, πρυτανεῖα ταῦτα πάντα προσαγορευτέα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION