- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 31

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 31)

τοῦ δὲ ὀνόματος τοῦ παρασίτου μνημονεύει Ἀραρὼς ἐν Ὑμεναίῳ διὰ τούτων οὐκ ἔσθ ὅπως οὐκ εἶ παράσιτος, φίλτατε:? ὁ δ Ἰσχόμαχος ὁδὶ τρέφων σε τυγχάνει. πολὺ δ ἐστὶ τὸ ὄνομα παρὰ τοῖς νεωτέροις. τὸ δὲ ῥῆμα παρὰ Πλάτωνι τῷ φιλοσόφῳ ἐν Λάχητι: φησὶ γάρ: "καὶ ἡμῖν τὰ μειράκια παρασιτεῖ. παρασίτων δ εἶναί φησι γένη δύο Ἄλεξις ἐν Κυβερνήτῃ διὰ τούτων δύ ἐστί, Ναυσίνικε, παρασίτων γένη, ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον, οἱ μέλανες ἡμεῖς. θάτερον ζῇ τοι γένος, σεμνοπαράσιτον ἔθνος εὖ καλούμενον, σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς ὑποκρινόμενον εὖ τοῖς βίοις, ὀφρῦς ἔχον χιλιοταλάντους ἀνακυλῖὸν τ οὐσίας ι νοεῖς σὺ τὸ γένος καὶ τὸ πρᾶγμα· ν.

καὶ μάλα. ρ. τούτων δ ἑκατέρου τῶν γενῶν ὁ μὲν τύπος τῆς ἐργασίας εἷς ἐστι, κολακείας ἀγών ὥσπερ ἐπὶ τῶν βίων δὲ τοὺς μὲν ἡ τύχη ἡμῶν μεγάλοις προσένειμε, τοὺς δ ἐλάττοσι εἶθ οἱ μὲν εὐποροῦμεν, οἱ δ ἀλύομεν. ἆρ ἐκδιδάσκω, Ναυσίνικ·

ν, οὐκ ἀστόχως: ἀλλ ἂν σ1: ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION