호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοσαῦτα καὶ τοῦ Ποντιανοῦ εἰπόντος - ἐφιλοτιμήσαντο γὰρ οἱ πολλοὶ τὰς τοῦ Οὐλπιανοῦ ἀπολύσασθαι προτάσεις:? ὧν τὰς ὑπολειπομένας διελόμενοι ὁ μὲν Πλούταρχος ἔφη: τὸ δὲ τοῦ παρασίτου ὄνομα πάλαι μὲν ἦν σεμνὸν καὶ ἱερόν. πολέμων γοῦν ὁ εἴτε Σάμιος ἢ Σικυώνιος εἴτ Ἀθηναῖος ὀνομαζόμενος χαίρει, ὡς ὁ Μοψεάτης ῾ Ἡρακλείδης λέγει καταριθμούμενος αὐτὸν καὶ ἀπ ἄλλων πόλεων ἐπεκαλεῖτο δὲ καὶ στηλοκόπας, ὡς Ἡρόδικος ὁ Κρατήτειος εἴρηκε γράψας περὶ παρασίτων φησὶν οὕτως: "τὸ τοῦ παρασίτου ὄνομα νῦν μὲν ἄδοξόν ἐστι, παρὰ δὲ τοῖς ἀρχαίοις εὑρίσκομεν τὸν παράσιτον ἱερόν τι χρῆμα καὶ τῷ συνθοίνῳ παρόμοιον. ἐν Κυνοσάργει μὲν οὖν ἐν τῷ Ἡρακλείῳ στήλη τίς ἐστιν ἐν ᾗ ψήφισμα μὲν Ἀλκιβιάδου, γραμματεὺς δὲ Στέφανος Θουκυδίδου, λέγεται δ ἐν αὐτῷ περὶ τῆς προσηγορίας οὕτως: "τὰ δ ἐπιμήνια θυέτω ὁ ἱερεὺς μετὰ τῶν παρασίτων, οἱ δὲ παράσιτοι ἔστων ἐκ τῶν νόθων καὶ τῶν τούτων παίδων κατὰ τὰ πάτρια, ὃσδ ἂν μὴ θέλῃ παρασιτεῖν, εἰσαγέτω καὶ περὶ τούτων εἰς τὸ δικαστήριον.
ἐν δὲ τοῖς κύρβεσι τοῖς περὶ τῶν Δηλιαστῶν οὕτως γέγραπται: "καὶ τὼ κήρυκε ἐκ τοῦ γένους τῶν Κηρύκων τοῦ τῆς μυστηριώτιδος.
"τούτους δὲ παρασιτεῖν ἐν τῷ Δηλίῳ ἐνιαυτόν. ἐν δὲ Παλληνίδι τοῖς ἀναθήμασιν ἐπιγέγραπται τάδε: "ἄρχοντες καὶ παράσιτοι ἀνέθεσαν οἱ ἐπὶ Πυθοδώρου ἄρχοντος στεφανωθέντες χρυσῷ στεφάνῳ. ἐπὶ Διφίλης ἱερείας παράσιτοι Ἐπίλυκος στράτου Γαργήττιος, Περικλῆς Περικλείτου Πιτθεύς, Χαρῖνος Δημοχάρους Γαργήττιος. κἀν τοῖς τοῦ βασιλέως δὲ νόμοις γέγραπται: "θύειν τῷ Ἀπόλλωνι τοὺς Ἀχαρνέων παρασίτους. Κλέαρχος δ ὁ Σολεύς, εἷς δ οὗτος τῶν Ἀριστοτέλους ἐστὶ μαθητῶν, ἐν τῷ πρώτῳ τῶν βίων τάδε γράφει: "ἔτι δὲ παράσιτον νῦν μὲν τὸν ἕτοιμον, ὁ τότε δὲ τὸν εἰς τὸ συμβιοῦν κατειλεγμένον.
"ἐν γοῦν τοῖς παλαιοῖς νόμοις αἱ πλεῖσται τῶν πόλεων ἔτι καὶ τήμερον ταῖς ἐντιμοτάταις ἀρχαῖς συγκαταλέγουσι παρασίτους. "καὶ παράσιτοι δ ᾑρέθησαν τῷ Ἠρακλεῖ. καὶ Θεμίσων δ ἐν Παλληνίδι: "ἐπιμελεῖσθαι δὲ τὸν βασιλέα τὸν ἀεὶ βασιλεύοντα καὶ τοὺς ἄρχοντας καὶ τοὺς παρασίτους οὓς ἂν ἐκ τῶν δήμων προσαιρῶνται καὶ τοὺς γέροντας καὶ τὰς γυναῖκας τὰς πρωτοπόσεις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기