- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 19

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 19)

τοσαῦτα εἰπόντος τοῦ Αἰμιλιανοῦ ὁ Ποντιανὸς ἔφη:? "σπάνιος γὰρ ὄντως ἦν τὸ παλαιὸν παρὰ τοῖς Ἕλλησιν ὁ μὲν χρυσὸς καὶ πάνυ, ὁ δὲ ἄργυρος ὀλίγος ἦν ἐν τοῖς μετάλλοις. "διὸ καὶ Φίλιππον τὸν τοῦ μεγάλου βασιλέως Ἀλεξάνδρου πατέρα φησὶν Δοῦρις ὁ Σάμιος φιάλιον χρυσοῦν κεκτημένον ἀεὶ τοῦτ ἔχειν κείμενον ὑπὸ τὸ προσκεφάλαιον. "καὶ τὴν Ἀτρέως δὲ χρυσῆν ἄρνα, περὶ ἣν γεγόνασιν ἡλίου τε ἐκλείψεις καὶ βασιλέων μεταβολαὶ ἔτι τε τῆς τραγῳδίας ἡ πολλή, φιάλην ἀργυρᾶν φησι γεγονέναι Ἡρόδωρος ὁ Ἡρακλεώτης ἔχουσαν ἐν μέσῳ ἄρνα χρυσῆν. Ἀναξιμένης δ ὁ Λαμψακηνὸς ἐν ταῖς πρώταις ἐπιγραφομέναις ἱστορίαις τὸν Ἐριφύλης ὁρ´μον διαβόητον γενέσθαι διὰ τὸ σπάνιον εἶναι τότε τὸ χρυσίον παρὰ τοῖς Ἕλλησι: "καὶ γὰρ ἀργυροῦν ποτήριον ἦν ἰδεῖν τότε παράδοξον. "μετὰ δὲ τὴν Δελφῶν ὑπὸ Φωκέων κατάληψιν πάντα τὰ τοιαῦτα δαψίλειαν εἴληφεν. "ἐκ ποτηρίων δὲ χαλκῶν ἔπινον οἱ σφόδρα δοκοῦντες πλουτεῖν καὶ τὰς θήκας τούτων ὠνόμαζον χαλκοθήκας. "῾ Ἡρόδοτός τέ φησι τοὺς Αἰγυπτίων ἱερεῖς χαλκοῖς ποτηρίοις πίνειν, τοῖς τε βασιλεῦσιν αὐτῶν θύουσί ποτε κοινῇ οὐχ εὑρεθῆναι πᾶσι δοθῆναι φιάλας ἀργυρᾶς: "Ψαμμήτιχον γοῦν νεώτερον ὄντα τῶν ἄλλων βασιλέων χαλκῇ φιάλῃ σπεῖσαι τῶν ἄλλων ἀργυραῖς σπενδόντων. "συληθέντος δ οὖν τοῦ Πυθικοῦ ἱεροῦ ὑπὸ τῶν Φωκικῶν τυράννων ἐπέλαμψε παρὰ τοῖς Ἕλλησιν ὁ χρυσός, εἰσεκώμασε δὲ καὶ ὁ ἄργυρος, ὕστερον δὲ τοῦ μεγίστου Ἀλεξάνδρου τοὺς ἐκ τῆς Ἀσίας θησαυροὺς ἀνελομένου ὄντως ἀνέτειλεν ὁ κατὰ Πίνδαρον εὐρυσθενὴς πλοῦτος. "καὶ τὰ ἐν Δελφοῖς δὲ ἀναθήματα τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ὑπὸ πρώτου Γύγου τοῦ Λυδῶν βασιλέως ἀνετέθη: "καὶ πρὸ τῆς τούτου βασιλείας ἀνάργυρος, ἔτι δὲ ἄχρυσος ἦν ὁ Πύθιος, ὡς Φαινίας τέ φησιν ὁ Ἐρέσιος καὶ Θεόπομπος ἐν τῇ τεσσαρακοστῇ τῶν Φιλιππικῶν. ἱστοροῦσι γὰρ οὗτοι κοσμηθῆναι τὸ Πυθικὸν ἱερὸν ὑπό τε τοῦ Γύγου καὶ τοῦ μετὰ τοῦτον Κροίσου, μεθ οὓς ὑπό τε Γέλωνος καὶ Ιἕρωνος τῶν Σικελιωτῶν, τοῦ μὲν τρίποδα καὶ Νίκην χρυσοῦ πεποιημένα ἀναθέντος καθ οὓς χρόνους Ξέρξης ἐπεστράτευε τῇ Ἑλλάδι, τοῦ δ Ιἕρωνος τὰ ὅμοια, λέγει δ οὕτως ὁ Θεόπομπος: "ἦν γὰρ τὸ παλαιὸν τὸ ἱερὸν κεκοσμημένον χαλκοῖς ἀναθήμασιν, οὐκ ἀνδριᾶσιν ἀλλὰ λέβησι καὶ τρίποσι χαλκοῦ πεποιημένοις. "Λακεδαιμόνιοι οὖν χρυσῶσαι βουλόμενοι τὸ πρόσωπον τοῦ ἐν Ἀμύκλαις Ἀπόλλωνος καὶ οὐχ εὑρίσκοντες ἐν τῇ Ἑλλάδι χρυσίον πέμψαντες εἰς θεοῦ ἐπηρώτων τὸν θεὸν παρ οὗ χρυσίον πρίαιντο. "ὁ δ αὐτοῖς ἀνεῖλεν παρὰ Κροίσου τοῦ Λυδοῦ πορευθέντας ὠνεῖσθαι. "καὶ οἳ πορευθέντες παρὰ Κροίσου ὠνήσαντο. "Ιἕρων δ ὁ Συρακόσιος βουλόμενος ἀναθεῖναι τῷ θεῷ τὸν τρίποδα καὶ τὴν Νίκην ἐξ ἀπέφθου χρυσοῦ ἐπὶ πολὺν χρόνον ἀπορῶν χρυσίου ὕστερον ἔπεμψε τοὺς ἀναζητήσοντας εἰς τὴν Ἑλλάδα, οἵτινες μόλις ποτ εἰς Κόρινθον ἀφικόμενοι καὶ ἐξιχνεύσαντες εὑρ῀ον παρ Ἀρχιτέλει τῷ Κορινθίῳ, ὃς πολλῷ χρόνῳ συνωνούμενος κατὰ μικρὸν θησαυροὺς εἶχεν οὐκ ὀλίγους, ἀπέδοτο γοῦν τοῖς παρὰ τοῦ ῾ Ιἕρωνος ὅσον ἠβούλοντο καὶ μετὰ ταῦτα πληρώσας καὶ τὴν ἑαυτοῦ χεῖρα ὅσον ἠβούλοντο χωρῆσαι ἐπέδωκεν αὐτοῖς. ἀνθ ὧν Ιἕρων πλοῖον σίτου καὶ ἄλλα πολλὰ δῶρα ἔπεμψεν ἐκ Σικελίας. "ἱστορεῖ τὰ αὐτὰ καὶ Φαινίας ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ τυράννων, ὡς χαλκῶν ὄντων τῶν παλαιῶν ἀναθημάτων καὶ τριπόδων καὶ λεβήτων καὶ ἐγχειριδίων, ὧν ἐφ ἑνὸς καὶ ἐπιγεγράφθαι φησίν θάησαί μ : "ἐτεὸν γὰρ ἐν Ἰλίου εὐρέι πύργῳ ἦν ὅτε καλλικόμῳ μαρνάμεθ ἀμφ Ἑλένῃ: "καὶ μ Ἀντηνορίδης ἐφόρει κρείων Ἑλικάων νῦν δέ με Λητοϊ´δου θεῖον ἔχει δάπεδον. "ἐπὶ δὲ τρίποδος, ὃς ἦν εἷς τῶν ἐπὶ Πατρόκλῳ ἄθλων τεθέντων χάλκεός εἰμι τρίπους, Πυθοῖ δ ἀνάκειμαι ἄγαλμα. "καὶ μ ἐπὶ Πατρόκλῳ θῆκεν πόδας ὠκὺς Ἀχιλλεύς : "Τυδείδης δ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης, νικήσας ἵπποισι παρὰ πλατὺν Ἑλλήσποντον. "Ἔφορος δὲ ἢ Δημόφιλος ὁ υἱὸς αὐτοῦ ἐν τῇ τριακοστῇ τῶν ἱστοριῶν περὶ τοῦ ἐν Δελφοῖς ἱεροῦ λέγων φησίν: "Ὀνόμαρχος δὲ καὶ Φάυλλος καὶ Φάλαικος οὐ μόνον ἅπαντα τὰ τοῦ θεοῦ ἐξεκόμισαν, ἀλλὰ τὸ τελευταῖον αἱ γυναῖκες αὐτῶν τόν τε τῆς Ἐριφύλης κόσμον ἔλαβον, ὃν Ἀλκμαίων εἰς Δελφοὺς ἀνέθηκε κελεύσαντος τοῦ θεοῦ, καὶ τὸν τῆς Ἑλένης ὁρ´μον Μενελάου ἀναθέντος. "ἑκατέρῳ γὰρ ὁ θεὸς ἔχρησεν, Ἀλκμαίωνι μὲν πυνθανομένῳ πῶς ἂν τῆς μανίας ἀπαλλαγείη: "τιμῆὲν μ αἰτεῖς δῶρον μανίαν ἀποπαῦσαι: "καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας, ᾧ ποτε μήτηρ Ἀμφιάραον ἔκρυψ ὑπὸ γῆν αὐτοῖσι σὺν ἵπποις: ": "Μενελάῳ δὲ πῶς ἂν τὸν Ἀλέξανδρον τιμωρήσαιτο πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σῆς ἀλόχοιο δειρῆς, ὅν ποτε Κύπρις ἔδωχ Ἑλένῃ μέγα χάρμα ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθίστην ἀποδώσει. "συνέβη δὲ ταῖς γυναιξὶν ἔριν ἐμπεσεῖν περὶ τοῦ κόσμου τούτου ποτέρα πότερον λήψεται. "καὶ διακληρουμένων ἡ μὲν σκυθρωπὴ οὖσα κατὰ τὸν βίον καὶ σεμνότητος πλήρης τὸν Ἐριφύλης ὁρ´μον, ἡ δὲ ὡρ´ᾳ διαφέρουσα καὶ μάχλος οὖσα τὸν τῆς Ἑλένης ἔλαχε. "καὶ αὕτη μὲν ἐρασθεῖσα νεανίσκου τινὸς Ἠπειρώτου συνεξεδήμησεν, ἡ δὲ τῷ ἀνδρὶ θάνατον ἐβούλευσεν. "Πλάτων δὲ ὁ θεῖος καὶ Λυκοῦργος ὁ Λάκων οὐδ εἰών ἐνεπιδημεῖν ταῖς ἰδίαις πολιτείαις οὔτε τῶν ἄλλων πολυτελῶν οὐδέν, ἀλλ οὐδὲ τὸν ἄργυρον οὐδὲ τὸν χρυσόν, τῶν μεταλλευομένων τὸν σίδηρον καὶ τὸν χαλκὸν ἀρκεῖν νομίζοντες, ἐκεῖνα δ ἐκβάλλοντες ὡς λυμαινόμενα τὰς ὑγιαινούσας τῶν πόλεων. "Ζήνων δὲ ὁ ἀπὸ τῆς στοᾶς πάντα τὰ ἄλλα πλὴν τοῦ νομίμως αὐτοῖς καὶ καλῶς χρῆσθαι νομίσας ἀδιάφορα τὴν μὲν αἱρ´εσιν αὐτῶν καὶ φυγὴν ἀπειπών. τὴν χρῆσιν δὲ τῶν λιτῶν καὶ περιττῶν προηγουμένως: "ποιεῖσθαι προστάσσων, ὅπως ἀδεῆ καὶ ἀθαύμαστον πρὸς τἄλλα τὴν διάθεσιν τῆς ψυχῆς ἔχοντες οἱ ἄνθρωποι ὅσα μήτε καλά ἐστι μήτε αἰσχρὰ τοῖς μὲν κατὰ φύσιν ὡς ἐπὶ πολὺ χρῶνται, τῶν δ ἐναντίων μηδὲν ὅλως δεδοικότες λόγῳ καὶ μὴ φόβῳ τούτων ἀπέχωνται. "οὐδὲν γὰρ ἡ φύσις ἐκβέβληκεν ἐκ τοῦ κόσμου τῶν εἰρημένων, ἀλλ ἐποίησεν ὑπογείους αὐτῶν φλέβας πολύπονον καὶ χαλεπὴν ἐχούσας ἐργασίαν, ὅπως οἱ περὶ ταῦτα σπουδάζοντες ὀδυνώμενοι μετίωσι τὴν κτῆσιν, καὶ οὐχ οἱ μεταλλεύοντες μόνοι ἀλλὰ καὶ οἱ τὰ μεταλλευθέντα συναγείροντες μυρίοις μόχθοις θηρεύωσι τὴν περίβλεπτον ταύτην πολυκτησίαν. "δείγματος μὲν οὖν χάριν ἔστιν οὗπερ ἐπιπόλαιον αὐτῶν ἐστι τὸ γένος, εἲ γ ἐν ταῖς ἐσχατιαῖς τῆς οἰκουμένης καὶ ποτάμια τὰ τυχόντα ψήγματα χρυσοῦ καταφέρει καὶ ταῦτα γυναῖκες καὶ ἄνδρες ἀσθενεῖς τὰ σώματα σὺν ταῖς ἄμμοις ὑποψήχοντες διιστᾶσι καὶ πλύναντες ἄγουσιν ἐπὶ τὴν χώνην, ὡς παρὰ τοῖς Ἐλουητίοις φησὶν ὁ ἐμὸς Ποσειδώνιος καὶ ἄλλοις τισὶ τῶν Κελτῶν. καὶ τά τε πάλαι μὲν Ῥιπαῖα καλούμενα ὄρη, εἶθ ὕστερον Ὄλβια προσαγορευθέντα, νῦν δὲ Ἄλπια ἔστι δὲ τῆς Γαλατίας αὐτομάτως ὕλης ἐμπρησθείσης ἀργύρῳ διερρύη. τὸ μέντοι γε πολὺ τούτου βαθείαις καὶ κακοπαθέσι μεταλλείαις εὑρίσκεται κατὰ τὸν Φαληρέα Δημήτριον ἐλπιζούσης τῆς πλεονεξίας ἀνάξειν ἐκ τῶν μυχῶν τῆς γῆς αὐτὸν τὸν Πλούτωνα, χαριεντιζόμενος γοῦν φησιν ὅτι πολλάκις καταναλώσαντες τὰ φανερὰ τῶν ἀδήλων ἕνεκα ἃ μὲν ἔμελλον οὐκ ἔλαβον, ἃ δ εἶχον ἀπέβαλον ὥσπερ αἰνίγματος τρόπον ἀτυχοῦντες. "Λακεδαιμόνιοι δ ὑπὸ τῶν ἐθῶν κωλυόμενοι εἰς φέρειν εἰς τὴν Σπάρτην, ὡς ὁ αὐτὸς ἱστορεῖ Ποσειδώνιος, καὶ κτᾶσθαι ἄργυρον καὶ χρυσὸν ἐκτῶντο μὲν οὐδὲν ἧττον, παρακατετίθεντο δὲ τοῖς ὁμόροις Ἀρκάσιν. "εἶτα πολεμίους αὐτοὺς ἔσχον ἀντὶ φίλων, ὅπως ἀνυπεύθυνον τὸ ἄπιστον διὰ τὴν ἔχθραν γένηται. "τῷ μὲν οὖν ἐν Δελφοῖς Ἀπόλλωνι τὸν πρότερον ἐν τῇ Λακεδαίμονι χρυσὸν καὶ ἄργυρον ἱστοροῦσιν ἀνατεθῆναι, δημοσίᾳ δὲ εἰς τὴν πόλιν Λύσανδρον εἰσαγαγόντα πολλῶν κακῶν αἴτιον γενέσθαι. "Γύλιππον γοῦν τὸν Συρακοσίους ἐλευθερώσαντα ἀποθανεῖν ἀποκαρτερήσαντα λόγος, καταγνωσθέντα ὑπὸ τῶν ἐφόρων ὡς νοσφισάμενον ἐκ τοῦ Λυσανδρείου χρήματος, τοῦ δὲ ἀνατιθεμένου θεῷ καὶ συγχωρουμένου δήμου καθάπερ κοσμήματος καὶ κτήματος οὐ ῥᾴδιον ἦν τὸν θνητὸν ὀλίγωρον γενέσθαι, τῶν δὲ Γαλατῶν οἱ Σκορδίσται καλούμενοι χρυσὸν μὲν οὐκ εἰσάγουσιν εἰς τὴν αὑτῶν χώραν, λῃζόμενοι δὲ τὴν ἀλλοτρίαν καὶ ἀδικοῦντες τὸν ἄργυρον οὐ παραλείπουσι. "τὸ δ ἔθνος αὐτῶν ἐστι μὲν λείψανον τῶν μετὰ Βρέννου στρατευσαμένων ἐπὶ τὸ Δελφικὸν μαντεῖον Γαλατῶν, Βαθάναττος δέ τις ἡγεμὼν αὐτοὺς διῴκισεν ἐπὶ τοὺς περὶ τὸν Ἴστρον τόπους ἀφ οὗ καὶ τὴν ὁδὸν δι ἧς ἐνόστησαν Βαθαναττίαν καλοῦσι καὶ τοὺς ἀπογόνους τοὺς ἐκείνου Βαθανάττους ἔτι καὶ νῦν προσαγορεύουσιν. "ἀφωσιώκασι δὲ οὗτοι τὸν χρυσὸν καὶ οὐκ εἰσφέρουσιν εἰς τὰς πατρίδας, δι ὃν πολλὰ καὶ δεινὰ ἔπαθον ἀργύρῳ δὲ χρῶνται καὶ τούτου χάριν πολλὰ καὶ δεινὰ ποιοῦσιν. "καίτοι γε ἐχρῆν οὐχὶ τὸ γένος τοῦ συληθέντος, ἀλλὰ τὴν ἱεροσυλήσασαν ἀσέβειαν ἐξορίσαι: "εἰ δὲ μηδὲ τὸν ἄργυρον εἰσέφερον εἰς τὴν χώραν, ἢ περὶ τὸν χαλκὸν ἂν καὶ σίδηρον ἐπλημμέλουν ἢ εἰ μηδὲ ταῦτ ἦν παρ αὐτοῖς, περὶ τῶν βρωτῶν καὶ ποτῶν καὶ τῶν ἄλλων ἀναγκαίων ὁπλομανοῦντες ἂν διετέλουν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION