호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὸς ὃν Αἰμιλιανὸς ἀπεκρίνατο:? "πίνακα μὲν ἔχεις τὸ σκεῦος ὠνομασμένον καὶ παρὰ Μεταγένει τῷ κωμικῷ ἐν Θουριοπέρσαις. "τήγανον δέ, ὦ βέλτιστε, εἴρηκεν ἐν μὲν Λήροις Φερεκράτης οὕτως : "ἀπὸ τηγάνου τ ἔφασκεν ἀφύας φαγεῖν. καὶ ἐν Πέρσαις ὁ αὐτός: "ἐπὶ τηγάνοις καθίσανθ ὑφάπτειν τοῦ φλέω. Φιλωνίδης δ ἐν Κοθόρνοις: "ὑποδέχεσθαι καὶ μαγίσι καὶ τηγάνοις. "καὶ πάλιν ὀσφρομένην τῶν τηγάνων. "Εὔβουλος δ ἐν Ὀρθάννῃ: "ῥιπὶς δ ἐγείρει φύλακας Ἡφαίστου κύνας θερμῇ παροξύνουσα τηγάνου πνοῇ. καὶ πάλιν πᾶσα δ εὔμορφος γυνὴ ἐρῶσα φοιτᾷ τηγάνῳ τε συντρυφᾷ. καὶ ἐν Τιτᾶσι: "προσγελῶσά τε λοπὰς παφλάζει βαρβάρῳ λαλήματι: "πηδῶσι δ ἰχθῦς ἐν μέσοισι τηγάνοις. "τοῦ δὲ ῥήματος μέμνηται, Φρύνιχος ἐν Τραγῳδοῖς: "ἡδὺ δ ἀποτηγανίζειν ἄνευ συμβολῶν. καὶ Φερεκράτης ἐν Μυρμηκανθρώποις φησί: "σὺ δ ἀποτηγανίζεις. "Ἡγήσανδρος δ ὁ Δελφὸς Συρακοσίους φησὶ τὴν μὲν λοπάδα τήγανον καλεῖν, τὸ δὲ τήγανον τήγανον διὸ καὶ Θεοδωρίδαν φάναι ἔν τινι ποιηματίῳ: "τήγανον εὖ ἥψησεν ἐν ὀψητῆρι κολύμβῳ, τὴν λοπάδα τήγανον προσαγορεύων. "χωρὶς δὲ τοῦ τ στοιχείου Ιὤνες ἤγανον λέγουσιν, ὡς Ἀνακρέων χεῖρὰ τ ἐν ἠγάνῳ βαλεῖν. εἰς ἐπίστασιν δέ με ἄγει, καλὲ Οὐλπιανέ, περὶ τῆς τῶν ἀργυρωμάτων χρήσεως τὸ ὑπὸ Ἀλέξιδος ἐν Φυγάδι εἰρημένον ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος ὁ τοῖς μαγείροις. "μέχρι γὰρ τῶν Μακεδονικῶν χρόνων κεραμέοις σκεύεσιν οἱ δειπνοῦντες διηκονοῦντο, ὥς φησιν ὁ ἐμὸς Ιὄβας. "μεταβαλόντων δ ἐπὶ τὸ πολυτελέστερον Ῥωμαίων τὴν δίαιταν κατὰ μίμησιν ἐκδιαιτηθεῖσα Κλεοπάτρα ἡ τὴν Αἰγύπτου καταλύσασα βασιλείαν τοὔνομα οὐ δυναμένη ἀλλάξαι ἀργυροῦν καὶ χρυσοῦν ἀπεκάλει κέραμον αὐτὸ κέραμά τ ἐπεδίδου τοιαῦτα ἀποφόρητα τοῖς δειπνοῦσι: "καὶ τοῦτ ἦν τὸ πολυτελέστατον εἴς τε τὸν Ῥωσικὸν εὐανθέστατον ὄντα κέραμον πέντε μνᾶς ἡμερησίας ἀνήλισκεν ἡ Κλεοπάτρα. "Πτολεμαῖος δ ὁ βασιλεὺς ἐν ὀγδόῳ ὑπομνημάτων περὶ Μασσανάσσου τὸν λόγον ποιούμενος τοῦ Λιβύων βασιλέως φησὶ τάδε: "δεῖπνα Ῥωμαικῶς ἦν κατεσκευασμένα, κεράμῳ παντὶ χορηγούμενα ἀργυρῷ: "τὰς δὲ τῶν δευτέρων τραπέζας ἐκόσμει τοῖς Ἰταλικοῖς ἐθισμοῖς: "τὰ δὲ κανίσκια ἦν ἅπαντα χρυσᾶ, γεγονότα πρὸς τὰ πλεκόμενα ταῖς σχοίνοις: "μουσικοῖς δὲ ἐχρῆτο Ἑλληνικοῖς. Ἀριστοφάνης δὲ ὁ κωμῳδιοποιός, ὅν φησιν Ἡλιόδωρος ὁ Ἀθηναῖος ἐν τοῖς περὶ ἀκροπόλεως - πεντεκαίδεκα δ ἐστὶ ταῦτα βιβλία Ναυκρατίτην εἶναι γένος, ἐν τῷ Πλούτῳ δράματι κατὰ τὴν τοῦ ὁμωνύμου θεοῦ ἐπιφάνειαν τοὺς ἰχθυηρούς φησι πίνακας ἀργυροῦς ἀναφανῆναι καθάπερ καὶ τὰ ἄλλα ἅπαντα, λέγων ὡδί ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα χαλκῆ γέγονε: "τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ ὁρᾶν. ὁ δ ἰπνὸς γέγον ἡμῖν ἐξαπίνης ἐλεφάντινος. "Πλάτων δ ἐν Πρέσβεσι: "κᾆτ ἔλαβον Ἐπικράτης τε καὶ Φορμίσιος παρὰ τοῦ βασιλέως πλεῖστα δωροδοκήματα, ὀξύβαφα χρυσᾶ καὶ πινακίσκους ἀργυροῦς. Σώφρων δ ἐν γυναικείοις μίμοις φησί: "τῶν δὲ χαλκωμάτων καὶ τῶν: "ἀργυρωμάτων ἐμάρμαιρε ἁ οἰκία. Φιλιππίδης δ ἐν Ἀργυρίου ἀφανισμῷ ὡς φορτικοῦ μέμνηται τοῦ τοιούτου καὶ σπανίου, ζηλουμένου δὲ ὑπό τινων νεοπλούτων μετοίκων ἀλλ ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω ἐλευθέρους, μαστιγίας δ ἀπ ἀργυροῦ πίνακος ἄγοντος μνᾶν τάριχος ἐνίοτε δυεῖν ὀβολῶν ἔσθοντας ἢ τριωβόλου καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ. πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν ἐργῶδες ἀμέλει. "β. τοῦτο μὲν καὶ νῦν ἔτι: "ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἡρ´πασεν. "Ἄλεξις δὲ ἐν Ἱππίσκῳ νεανίσκον παράγων ἐρῶντα καὶ ἐπιδεικνύμενον τὸν πλοῦτον τῇ ἐρωμένῃ ταῦτα ποιεῖ λέγοντα: "τοῖς παισὶ τ εἶπα δύο γὰρ ἦγον οἴκοθεν τἀκπώματ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα θεῖναι, κύαθος δ ἦν ἀργυροῦς οὗτος μὲν οὖν ἦγεν δύο δραχμάς, κυμβίον δὲ τέτταρας ἴσως ἑτέρας, ψυκτηρίδιον δὲ δέκ ὀβολούς, Φιλιππίδου λεπτότερον. "β. ἀλλὰ ταῦθ ὅλως πρὸς ἀλαζονείαν οὐ κακῶς νενοημέν ἦν. οἶδα δὲ κἀγώ τινα πολίτην ἡμέτερον πτωχαλαζόνα, ὃς δραχμῆς ἔχων τὰ πάντα ἀργυρώματα ἐβόα καλῶν τὸν οἰκέτην ἕνα ὄντα καὶ μόνον, ὀνόμασι δὲ χρώμενον ψαμμακοσίοις, παῖ Στρομβιχίδη, μὴ τῶν χειμερινῶν ἀργυρωμάτων ἡμῖν παραθῇς, ἀλλὰ τῶν θερινῶν. τοιοῦτός ἐστι καὶ ὁ παρὰ Νικοστράτῳ ἐν τῷ ἐπιγραφομένῳ δράματι Βασιλεῖς. ἀλαζὼν δ ἐστὶ στρατιώτης περὶ οὗ λέγει: "λοιπή τις ὀξίς ἐστι καὶ ψυκτήριον τῆς εὐπαρύφου λεπτότερον. "ἐξήλαυνον γάρ τινες τὸν ἄργυρον καὶ τότε εἰς ὑμένος ἰδέαν. "καὶ Ἀντιφάνης δὲ ἐν Λημνίαις φησί παρετέθη τρίπους πλακοῦντα χρηστόν, ὦ πολυτίμητοι θεοί, ἔχων ἐν ἀργυρῷ τε τρυβλίῳ μέλι. "καὶ Σώπατρος δ ὁ παρῳδὸς ἐν Ὀρέστῃ: "σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων. "ἐν δὲ τῷ ἐπιγραφομένῳ δράματι Φακῇ φησιν ἀλλ ἀμφὶ δείπνοις ὀξίδ ἀργυρᾶν ἔχει δρακοντομίμοις ἠρμένην τορεύμασιν, οἱάν ποτ ἔσχε καὶ Θίβρων ὁ Ταντάλου μαλακὸν ταλάντοις ἐκταλαντωθεὶς ἀνήρ. Θεόπομπος δ ὁ Χῖος ἐν ταῖς πρὸς Ἀλέξανδρον συμβουλαῖς περὶ Θεοκρίτου τοῦ πολίτου τὸν λόγον ποιούμενός φησιν ἐξ ἀργυρωμάτων δὲ καὶ χρυσῶν πίνει καὶ τοῖς σκεύεσιν χρῆται τοῖς ἐπὶ τῆς τραπέζης ἑτέροις τοιούτοις, ὁ πρότερον οὐχ ὅπως ἐξ ἀργυρωμάτων ἔχων πίνειν ἀλλ οὐδὲ χαλκῶν, ἀλλ ἐκ κεραμέων καὶ τούτων ἐνίοτε κολοβῶν. Δίφιλος δ ἐν Ζωγράφῳ: "ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον, εἴ τι νέον ἢ ποθεινὸν ὀστρέων γένη παντοδαπά, λοπάδων παρατεταγμένη φάλαγξ, ὀπτῶν ἐπῇττε σωρὸς ἀπὸ τοῦ τηγάνου, τριμμάτια τούτοις ἐν θυϊαίς ἀργυραῖς. Φιλήμων Ιἀτρῷ: "καὶ γυλιὸν τιν ἀργυρωμάτων. "Μένανδρος Εαὑτὸν τιμωρουμένῳ λουτρόν, θεραπαίνας, ἀργυρώματα. "καὶ ἐν Ὑμνίδι: ": "ἀλλὰ τἀργυρώματα ἥκω λαβεῖν βουλόμενος. "Λυσίας δ ἐν τῷ περὶ τοῦ χρυσοῦ τρίποδος, εἰ γνήσιος ὁ λόγος: "ἀργυρώματά τε ἢ χρυσώματα ἔτι ἦν διδόναι. "οἱ δ ἑλληνίζοντες λέγειν δεῖν φασιν ἀργυροῦν κόσμον καὶ χρυσοῦν κόσμον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기