- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 11

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 11)

εἰκότως οὖν καὶ οἱ ἁλιεῖς ἐπὶ τῇ τέχνῃ μέγα φρονοῦσι μᾶλλον ἢ οἱ ἄριστοι τῶν στρατηγῶν παράγει γοῦν τινα τούτων Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ περὶ τῆς ἁλιευτικῆς τέχνης τάδε λέγοντα:? τῶν ζωγράφων μὲν ἡ καλὴ χειρουργία ἐν τοῖς πίναξιν κρεμαμένη θαυμάζεται: αὕτη δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται ἀπὸ τοῦ ταγήνου τ εὐθέως ἀφανίζεται. ἐπεὶ τίνα δι ἄλλην τέχνην, ὦ χρηστὲ σύ, τὰ στόματα τῶν νεωτέρων κατακάετ ἢ ὠθισμός ἐστι δακτύλων τοιουτοσὶ ἢ πνιγμός, ἂν μὴ ταχὺ δύνηται καταπιεῖν· ἀλλ οὐ μόνη γὰρ τὰς συνουσίας ποιεῖ εὐόψος ἀγορά· τίς δὲ συνδειπνεῖ βροτῶν φρυκτοὺς καταλαβὼν ἢ κορακίνους ὠνίους ἢ μαινίδ· ὡραῖον δὲ μειρακύλλιον ποίαις ἐπῳδαῖς ἢ λόγοις ἁλίσκεται τίσιν, φράσον γάρ, ἄν τις ἀφέλῃ τὴν τέχνην τὴν τῶν ἀλιέων· ἥδε γὰρ δαμάζεται ἑφθοῖς προσώποις ἰχθύων χειρουμένη, ἄγουσ1 ὑπ αὐτὰ σώματ ἀρίστου πύλας, ἀσύμβολον κλίνειν τ ἀναγκάζει φύσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION