호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ ἀπιθάνως δὲ καὶ Δίφιλος ἐν Ἐμπόρῳ περὶ τοῦ παμπόλλου πιπράσκεσθαι τοὺς ἰχθῦς λέγει ὧδε:? οὐ πώποτ ἰχθῦς οἶδα τιμιωτέρους ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας, πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος. ὅμως δὲ τούτων εἴ με προσγελάσειέ τις, ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με. γόγγρον μὲν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα, ὅσον εἵλκυσεν τοσοῦτο καταθεὶς ἐπριάμην. Ἄλεξις δ ἐν Ἑλληνίδι: ἀεὶ δὲ καὶ ζῶντ ἐστὶ καὶ τεθνηκότα τἀν τῇ θαλάττῃ πολέμι ἡμῖν θηρία. ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθ, ὡς γίνεται, ληφθῇ νέων τις, καταπεπώκασ1 εὐθέως. αὐτοὶ τ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων, τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους.
τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι, ὁ πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει, ἐξ ὀνόματος δ ἰχθυοπώλου μνημονεύει Ἑρμαίου Αἰγυπτίου Ἄρχιππος ἐν Ἰχθύσιν οὕτως: Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος Ἑρμαῖος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ καὶ τοὺς λάβρακας ἐντερεύων, ὡς λέγουσιν ἡμῖν. καὶ Ἄλεξις δ ἐν Ἐπικλήρῳ Μικίωνος ἰχθυοπώλου τινος μνημονεύει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기