- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 9

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 9)

ἐμφανίζει δ αὐτῶν καὶ τὸ σκαιόν, ἔτι δὲ μισάνθρωπον Ἀντιφάνης ἐν Μισοπονήρῳ πρὸς τοὺς ἐν τῷ βίῳ κακίστους τὴν σύγκρισιν αὐτῶν ποιούμενος διὰ τούτων εἶτ οὐ σοφοὶ δῆτ εἰσὶν οἱ Σκύθαι σφόδρα, οἳ γενομένοισιν εὐθέως τοῖς παιδίοις διδόασιν ἵππων καὶ βοῶν πίνειν γάλα·? β. οὐ μὰ Δία τιτθὰς εἰσάγουσι βασκάνους καὶ παιδαγωγοὺς αὖθις, ὧν μεῖζον κακὸν οὐκ ἂν γένοιτο. α. μετά γε μαίας νὴ Δία: αὗται δ ὑπερβάλλουσι. β. μετά γε νὴ Δία τοὺς μητραγυρτοῦντάς, τὸ πολὺ γὰρ αὖ γένος μιαρώτατον τοῦτ ἐστίν. α. εἰ μὴ νὴ Δία τοὺς ἰχθυοπώλας τις λέγειν μιαρωτάτους βούλοιτο. Β.

μετά γε τοὺς τραπεζίτας: ἔθνος τούτου γὰρ οὐδέν ἐστιν ἐξωλέστερον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION