호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀν τῷ Λέβητι δέ φησιν ὁ αὐτὸς ποιητής:? οὐ γέγονε κρείττων νομοθέτης τοῦ πλουσίου Ἀριστονίκου τίθησι γὰρ νυνὶ νόμον, τῶν ἰχθυοπωλῶν ὅστις ἂν πωλῶν τινι ἰχθὺν ὑποτιμήσας ἀποδῶτ ἐλάττονος ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδοικότες τῆς ἀξίας ἀγαπῶσιν ἢ τῆς ἑσπέρας σαπροὺς ἅπαντας ἀποφέρωσιν οἴκαδε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기