- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 6

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 6)

Δίφιλος Πολυπράγμονι:? ᾤμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον εἶναι πονηροὺς τοὺς Ἀθήνησιν μόνους. τόδε δ, ὡς ἐοίκε, τὸ γένος ὥσπερ θηρίων ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ. ἐνταῦθα γοῦν ἔστιν τις ὑπερηκοντικώς, κόμην τρέφων μὲν πρῶτον ἱερὰν τοῦ θεοῦ, ὡς φησὶν οὐ διὰ τοῦτὸ γ, ἀλλ ἐστιγμένος πρὸ τοῦ μετώπου παραπέτασμ αὐτὴν ἔχει. οὐχὶ προσθεὶς ὁποδαπῶν. ἔπειτ ἐὰν τἀργύριον αὐτῷ καταβάλῃς, ἐπράξατ Αἰγιναῖον: ἂν δ αὐτὸν δέῃ κέρματ ἀποδοῦναι, προσαπέδωκεν Ἀττικά. κατ ἀμφότερα δὲ τὴν καταλλαγὴν ἔχει. Ξέναρχος Πορφύρᾳ:

οἱ μὲν ποιηταί φησι λῆρός εἰσιν οὐδὲ ἓν καινὸν γὰρ εὑρίσκουσιν, ἀλλὰ μεταφέρει ἕκαστος αὐτῶν ταὔτ ἄνω τε καὶ κάτω. τῶν δ ἰχθυοπωλῶν φιλοσοφώτερον γένος οὐκ ἔστιν οὐδὲν οὐδὲ μᾶλλον ἀνόσιον. ἐπεὶ γὰρ αὐτοῖς οὐκέτ ἔστ ἐξουσία ῥαίνειν, ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ, εἷς τις θεοῖσιν ἐχθρὸς ἄνθρωπος πάνυ ξηραινομένους ὡς εἶδε τοὺς ἰχθῦς, μάχην ἐποίησ1 ἐν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ. "ὕδωρ, ὕδωρ.

ὁ δ εὐθὺς ἐξάρας πρόχουν τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρῆ παντελῶς κατέχει, κατὰ δὲ τῶν ἰχθύων ἁπαξάπαν. εἴποις γ ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION