- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 5

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 5)

Ἄμφις δ ἐν Πλάνῳ:? πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστι μυρίαις μοίραις προσελθόντ ἀξιωθῆναι λόγου λαβεῖν τ ἀπόκρισιν ὧν ἂν ἐπερωτᾷ τις ἢ πρὸς τοὺς καταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ. οὓς ἂν ἐπερωτήσῃ τις ἀναλαβών: τι τῶν παρακειμένων, ἔκυψεν ὥσπερ Τήλεφος πρῶτον σιωπῇ καὶ δικαίως τοῦτό γε: ἅπαντες ἀνδροφόνοι γάρ εἰσιν ἑνὶ λόγῳ, ὡσεὶ προσέξων δ οὐδὲν οὐδ ἀκηκοὼς ἔκρουσε πουλύπουν τιν: "τάρων βολῶν γένοιτ ἄν: ἡ δὲ κέστρα· "κτὼ βολῶν. τοιαῦτ ἀκοῦσαι δεῖ τὸν ὀψωνοῦντά τι. Ἄλεξις Ἀπεγλαυκωμένῳ :

τοὺς μὲν στρατηγοὺς τὰς ὀφρῦς ἐπὰν ἴδω ἀνεσπακότας, δεινὸν μὲν ἠγοῦμαι ποεῖν, οὐ πάνυ τι θαυμάζω δὲ προτετιμημένους ὑπὸ τῆς πόλεως μεῖζόν τι τῶν ἄλλων φρονεῖν. τοὺς δ ἰχθυοπώλας τοὺς κάκιστ ἀπολουμένους ἐπὰν ἴδω κάτω βλέποντας, τὰς δ ὀφρῦς ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι. φησίν. "βαρύ. ὀκτὼ λάβοις ἄν· "εἴπερ ὠνεῖ τὸν ἕτερον.

"ὧ τάν, λαβὲ καὶ μὴ παῖζε. "τοσουδί· "ὁ παράτρεχε. ταῦτ οὐχὶ πικρότερ ἐστὶν αὐτῆς τῆς χολῆς·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION