- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 4

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 4)

ἐπεισῆλθον οὖν ἡμῖν παῖδες πλῆθος ὅσον ἰχθύων φέροντες θαλασσίων λιμναίων τε ἐπὶ πινάκων ἀργυρῶν, ὡς θαυμάσαι μετὰ τοῦ πλούτου καὶ τὴν πολυτέλειαν μονονουχὶ γὰρ καὶ τὰς Νηρηίδας ὀψωνήκει.? καί τις τῶν παρασίτων καὶ κολάκων ἔφη τὸν Ποσειδῶ πέμπειν τῷ Νιττουνίῳ ἡμῶν τοὺς ἰχθῦς οὐ διὰ τῶν ἐν τῇ Ῥώμῃ ὅσον ὅσῳ τῶν τὸν ἰχθὺν πωλούντων, ἀλλὰ τοὺς μὲν ἐξ Ἀντίου κεκομίσθαι, ἑτέρους δ ἐκ Ταρακινῶν καὶ τῶν καταντικρὺ νήσων Ποντίων, ἄλλους δ ἐκ Πύργων πόλις δ αὕτη Τυρρηνική, οἱ γὰρ ἐν τῇ Ῥώμῃ ἰχθυοπῶλαι οὐδ ὀλίγον ἀποδέουσι τῶν κατὰ τὴν Ἀττικήν ποτε κωμῳδηθέντων περὶ ὧν Ἀντιφάνης μὲν ἐν Νεανίσκοις φησίν ἐγὼ τέως μὲν ᾠόμην τὰς Γοργόνας εἶναί τι λογοποίημα πρὸς ἀγορὰν δ ὅταν ἔλθω, πεπίστευκ ἐμβλέπων γὰρ αὐτόθι τοῖς ἰχθυοπώλαις λίθινος εὐθὺς γίνομαι: ὥστ ἐξ ἀνάγκης ἔστ ἀποστραφέντι μοι λαλεῖν πρὸς αὐτούς.

ἂν ἴδω γὰρ ἡλίκον ἰχθὺν ὅσου τιμῶσι, πήγνυμαι σαφῶς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION