- 텍스트

Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 3

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 3)

καὶ ἡμεῖς οὖν, ὦ Τιμόκρατες, ἀποδίδομέν σοι τὰ τῶν δειπνοσοφιστῶν λείψανα καὶ οὐ δίδομεν, ὡς ὁ Κοθωκίδης φησὶ ῥήτωρ Δημοσθένην χλευάζων, ὃς Φιλίππου Ἀθηναίοις Ἁλόννησον διδόντος συνεβούλευε μὴ λαμβάνειν, εἰ δίδωσιν ἀλλὰ μὴ ἀποδίδωσιν.? ὅπερ Ἀντιφάνης ἐν Νεοττίδι παιδιὰν θέμενος ἐρεσχηλεῖ τόνδε τὸν τρόπον ὁ δεσπότης δὲ πάντα τὰ παρὰ τοῦ πατρὸς ἀπέλαβεν ὥσπερ ἔλαβεν. β. ἠγάπησεν ἂν τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης. Ἄλεξις δὲ ἐν Στρατιώτῃ: ἀπόλαβε τουτί. β. τί τοῦτο δ ἐστὶν· α. ὃ παρ ὑμῶν ἐγὼ παιδάριον ἔλαβον ἀποφέρων ἥκω πάλιν. β.

πῶς· οὐκ ἀρέσκει σοι τρέφειν· α. οὐκ ἔστι γὰρ ἡμέτερον. β. οὐδ ἡμέτερον. α. ἀλλ ἐδώκατε ὑμεῖς ἐμοὶ τοῦτ. α. οὐδ ἐδώκαμεν. β. τί δαί· β. ἀπεδώκαμεν. Β. τὸ μὴ προσῆκόν μοι λαβεῖν· καὶ ἐν Ἀδελφοῖς: ἐγὼ δέδωκα γάρ τι ταύταις· εἰπέ μοι. β. οὐκ, ἀλλ ἀπέδωκας ἐνέχυρον δήπου λαβών. Ἀναξίλας δὲ ἐν Εὐανδρίᾳ:

καὶ τὰς παλαιὰς δώσω. Β. μὰ τὴν γῆν, μὴ σύ γε δῷς, ἀλλ ἀπόδος. α. καὶ δὴ φέρουσ1 ἐξέρχομαι. Τιμοκλῆς δ ἐν Ἥρωσιν: οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢ τὰ προσόντα φράζειν. β. πάνυ γε. α. δράσω τοῦτό σοι. καὶ πρῶτα μὲν δὴ παύσεται σοι Βριάρεως ὀργιζόμενος. β. ὁ ποῖος οὗτος Βριάρεως· α. ὁ τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων, μισῶν λόγους ἄνθρωπος οὐδὲ πώποτε ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ Ἄρη βλέπων. κατὰ τοὺς οὖν προειρημένους ποιητὰς καὶ αὐτοὶ τὰ ἑπόμενα τοῖς προειρημένοις ἀποδιδόντες καὶ οὐ διδόντες τὰ ἀκόλουθα λέξομεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION