호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
περὶ δὲ τῆς τοῦ ἀνθοσμίου οἴνου σκευασίας Φαινίας ὁ Ἐρέσιός φησι τάδε:? "γλεύκει παραχεῖται παρὰ χοῦς πεντήκοντα εἷς θαλάσσης καὶ γίνεται ἀνθοσμίας. "ἀνθοσμίας γίνεται ἐκ νέων ἀμπέλων ἰσχυρότερος ἢ ἐκ παλαιῶν. : ἑξῆς τέ φησι : "τὰς ὀμφακώδεις συμπατήσαντες ἀπέθεντο καὶ ἀνθοσμίας ἐγένετο. Θεόφραστος δ ἐν Θάσῳ φησὶ τὸν ἐν τῷ πρυτανείῳ διδόμενον θαυμαστὸν εἶναι τὴν ἡδονὴν ἠρτυμένος γάρ ἐστιν. "ἐάν τις κεράσῃ σκληρὸν καὶ εὐόσμον μαλακῷ καὶ ἀόσμῳ, καθάπερ τὸν Ἡρακλεώτην καὶ τὸν Ἐρυθραῖον, τοῦ μὲν τὴν μαλακότητα, τοῦ δὲ τὴν εὐοσμίαν παρεχομένου.
μυρίνης δὲ οἶνος κεῖται παρὰ Ποσειδίππῳ: διψηρὸς ἄτοπος ὁ μυρίνης ὁ τίμιος. καὶ Ἑρμῆς δ εἶδος πόσεως παρὰ Στράττιδι. Χαιρέας δὲ ἐν Βαβυλῶνι οἶνόν φησι γίνεσθαι τὸν καλούμενον νέκταρ. ἦν ἄρ ἔπος τόδ ἀληθές, ὅ τ οὐ μόνον ὕδατος αἶσαν, ἀλλά τι καὶ χλεύης οἶνος ἔχειν ἐθέλει. οὐδὲν ἀπόβλητον Διονύσιον, οὐδὲ γίγαρτον, ὁ Κεῖός φησι ποιητής.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기