- 텍스트

Athenaeus, The Deipnosophists, book 1, chapter 57

(아테나이오스, The Deipnosophists, book 1, chapter 57)

"ἄπυρον οἶνον καὶ ἄνθεος ὄσδοντά.? φησι τὸν ἐκ Πέντε λόφων, ὅς ἐστι τόπος Σπάρτης ἀπέχων στάδια ἑπτά: καὶ τὸν ἐκ Δενθιάδων, ἐρύματός τινος, καὶ τὸν ἐξ Οἰνοῦντος καὶ τὸν ἐξ Ὀνόγλων καὶ Σταθμῶν. χωρία δὲ ταῦτα Λακωνικὰ πλησίον Πιτάνης. "οἶνον δ Οἰνουντιάδαν ἢ Δένθιν ἢ Καρύστιον ἢ Ὄνογλιν ἢ Σταθμίταν. καὶ τὸν ἐκ Καρύστου, ὅς ἐστι πλησίον Ἀρκαδίας, ἄπυρον δὲ εἶπε τὸν οὐχ ἡψημένον ἐχρῶντο γὰρ ἑφθοῖς οἴνοις. Πολύβιος δὲ διάφορον οἶνον ἐν Καπύῃ φησὶ γίνεσθαι τὸν ἀναδενδρίτην καλούμενον, ᾧ μηδένα συγκρίνεσθαι. Ἀλκίφρων δὲ ὁ Μαιάνδριος περὶ τὴν Ἐφεσίαν φησὶν εἶναι ὀρείαν κώμην τὴν πρότερον μὲν καλουμένην Λητοῦς, νῦν δὲ Λατώρειαν ἀπὸ Λατωρείας Ἀμαζόνος: ἐν ᾗ γίνεσθαι τὸν πράμνιον οἶνον. Τιμαχίδας δὲ ὁ ῾ Ῥόδιος ὑπόχυτὸν τινα οἶνον ἐν Ῥόδῳ καλεῖ παραπλήσιον τῷ γλεύκει. καὶ γλύξις δ οἶνος καλεῖται ὁ τὸ ἕψημα ἔχων.

Πολύζηλος δ αὐτίτην καλεῖ οἶνον. Πλάτων δ ὁ κωμικὸς καπνίαν κάλλιστος δ οὗτος γίνεται ἐν Βενεβέντῳ πόλει Ἰταλίας, ἀμφίας δ οἶνος ὁ φαῦλος καλεῖται παρὰ Σωσικράτει. ἐχρῶντο δ οἱ ἀρχαῖοι καὶ πόματί τινι ἐξ ἀρωμάτων κατασκευαζομένῳ, ὃ ἐκάλουν τρίμμα. Θεόφραστος δὲ ἐν τῇ περὶ φυτῶν ἱστορίᾳ φησὶν ἐν Ἡραίᾳ τῆς Ἀρκαδίας γίνεσθαι οἶνον ὃς τοὺς μὲν ἄνδρας πινόμενος ἐξίστησι, τὰς δὲ γυναῖκας τεκνούσσας ποιεῖ. περὶ δὲ Κερυνίαν τῆς Ἀχαίας ἀμπέλου τι γένος εἶναι, ἀφ ἧς τὸν οἶνον ἐξαμβλοῦν ποιεῖν τὰς γυναῖκας τὰς ἐγκύμονας: κἂν τῶν βοτρύων δέ, φησί, φάγωσιν, ἐξαμβλοῦσιν.

ὁ δὲ Τροιζήνιος οἶνος ἀγόνους, φησί, ποιεῖ τοὺς πίνοντας, ἐν Θάσῳ δὲ λέγει ὡς αὐτοὶ ποιοῦσιν οἶνόν τινα ὑπνωτικὸν καὶ ἕτερον ἀγρυπνεῖν ποιοῦντα τοὺς πίνοντας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION