호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπαινεῖ Ἄμφις καὶ τὸν ἐξ Ἀκάνθου πόλεως οἶνον λέγων ποδαπὸς εἶ·? φράσον, β. Ἀκάνθιος. α. εἶτα πρὸς θεῶν οἴνου πολίτης ὢν κρατίστου στρυφνὸς εἶ καὶ τοὔνομ αὐτὸ τῆς πατρίδος ἐν τοῖς τρόποις ἔχεις, τὰ δ: ἤθη τῶν πολιτῶν οὐκ ἔχεις· Κορινθίου οἴνου Ἄλεξις μνημονεύει ὡς σκληροῦ: οἶνος ξενικὸς παρῆν τὰ γὰρ Κορίνθια βασανισμός ἐστι. καὶ Εὐβοικοῦ δέ: "πολὺν πιὼν Εὐβοικὸν οἶνον. Ἀρχίλοχος τὸν Νάξιον τῷ νέκταρι παραβάλλει ὃς καὶ πού φησιν ἐν δορὶ μέν μοι μᾶζα μεμαγμένη, ἐν δορὶ δ οἶνος Ἰσμαρικός: πίνω δ ἐν δορὶ κεκλιμένος. Στράττις δὲ τὸν Σκιάθιον ἐπαινεῖ: οἶνος κοχύζει τοῖς ὁδοιπόροις πιεῖν μέλας Σκιάθιος, ἴσον ἴσῳ κεκραμένος: Ἀχαιὸς δὲ τὸν Βίβλινον:
"ἐδεξιοῦτο Βίβλινον: "μέθης ἐκπώματι. ἐκαλεῖτο δ οὕτως ἀπό τινος χωρίου οὕτω προσαγορευομένου. φησὶ δὲ Φιλύλλιος ὅτι παρέξω Λέσβιον, Χῖον σαπρόν, Θάσιον, Βίβλινον, Μενδαῖον, ὥστε μηδένα κραιπαλᾶν. Ἐπίχαρμος δὲ ἀπό τινων ὀρῶν Βιβλίνων φησὶν αὐτὸν ὠνομάσθαι. Ἀρμενίδας δὲ τῆς Θρᾴκης φησὶν εἶναι χώραν τὴν Βιβλίαν, ἣν Ἀντισάρην καὶ Οἰσύμην προσαγορευθῆναι. ἐπιεικῶς δὲ ἡ Θρᾴκη ἐθαυμάζετο ὡς ἡδύοινος, καὶ συνόλως τὰ ἀπὸ πλησίον αὐτῆς χωρία: νῆες δ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι.
Ἵππυς δ ὁ Ῥηγῖνος τὴν εἰλεὸν καλουμένην ἄμπελον βιβλίαν φησὶ καλεῖσθαι, ἣν Πόλλιν τὸν Ἀργεῖον, ὃς ἐβασίλευσε Συρακουσίων, πρῶτον εἰς Συρακούσας κομίσαι ἐξ Ἰταλίας, εἰή ἂν οὖν ὁ παρὰ Σικελιώταις γλυκὺς καλούμενος Πόλλιος ὁ Βίβλινος οἶνος. χρησμός, ἐν τῷ χρησμῷ, φησίν, ὁ θεὸς ηὐτομάτισε: πῖν οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις οὐδ ἱερὰν Ὑπέραν, ὅθι γ ἄτρυγον οἶνον ἔπινες. ὠνομάζετο δὲ παρὰ Τροιζηνίοις, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ αὐτῶν πολιτείᾳ, ἄμπελος Ἀνθηδονιὰς καὶ Ὑπερειὰς ἀπὸ Ἀλθηφίου τινὸς καὶ Ὑπέρου, ὡς καὶ Ἀλθηφιὰς ἀπὸ Ἀλθηφίου τινός, ἑνὸς τῶν Ἀλφειοῦ ἀπογόνων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기