호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι δὲ καὶ ἰχθῦς ἤσθιον Σαρπηδὼν δῆλον ποιεῖ, ὁμοιῶν τὴν ἅλωσιν πανάγρου δικτύου θήρᾳ.? καίτοι Εὔβουλος κατὰ τὴν κωμικὴν χάριν φησὶ παίζων ἰχθὺν δ Ὅμηρος ἐσθίοντ εἴρηκε ποῦ τίνα τῶν Ἀχαιῶν· κρέα δὲ μόνον ὤπτων, ἐπεὶ ἕψοντά γ οὐ πεποίηκεν αὐτῶν οὐδένα. ἀλλ οὐδὲ μίαν ὅλως ἑταίραν εἶδέ τις αὐτῶν, ἑαυτοὺς δ ἔδεφον ἐνιαυτοὺς δέκα. πικρὰν στρατείαν δ εἶδον, οἵτινες πόλιν μίαν λαβόντες εὐρυπρωκτότεροι πολὺ τῆς πόλεος ἀπεχώρησαν ἧς εἷλον τότε. οὐδὲ τὸν ἀέρα δ οἱ ἡρ´ωες τοῖς ὄρνισιν εἰών ἐλεύθερον, παγίδας καὶ νεφέλας ἐπὶ ταῖς κίχλαις καὶ πελειάσιν ἱστάντες. ἐγυμνάζοντο δὲ πρὸς ὀρνεοθηρευτικήν, καὶ τὴν πελειάδα τῇ μηρίνθῳ κρεμῶντες ἀπὸ νηὸς ἱστοῦ καὶ τοξεύοντες ἑκηβόλως εἰς αὐτήν, ὡς ἐν τῷ ἐπιταφίῳ δηλοῦται.
παρέλιπε δὲ τὴν χρῆσιν τῶν λαχάνων καὶ ἰχθύων καὶ τῶν ὀρνίθων διά τε τὴν λιχνείαν καὶ προσέτι τὴν ἐν ταῖς σκευασίαις ἀπρέπειαν, ἐλάττω κεκρικὼς ἡρωικῶν καὶ θείων ἔργων. ὅτι δὲ καὶ ἑφθοῖς ἐχρῶντο κρέασιν ἐμφανίζει ἐν οἷς λέγει: ὡς δὲ λέβης ζεῖ κνίσσῃ μελδόμενος ἁπαλοτρεφέος σιάλοιο. καὶ ὁ κατ Ὀδυσσέως ἀφεθεὶς ποῦς βοὸς τούτου σημεῖον:
πόδα γὰρ βόειον οὐδεὶς ὀπτᾷ. οὐ μόνον τὴν τῶν κρεῶν ἐξαλλαγὴν δηλοῖ, ὡς ὀρνίθεια, χοίρεια, ἐρίφεια, βόεια λέγων, ἀλλὰ τὴν σκευασίαν ὡς ποικίλην ἔχοντα καὶ οὐ μονοειδῆ ἀλλὰ περιττήν. : ὡς ἀνακύπτειν τὰς Σικελικὰς καὶ Συβαριτικὰς τραπέζας, ἤδη δὲ καὶ Χίας. μαρτυροῦνται γὰρ καὶ Χῖοι οὐκ ἔλαττον τῶν προειρημένων ἐπὶ ὀψαρτυτικῇ. Τιμοκλῆς: Χῖοι πολὺ ἄριστ ἀνευρήκασιν ὀψαρτυτικήν.
κοιμῶνται δὲ μετὰ γυναικῶν παρ Ὁμήρῳ οὐ μόνον οἱ νέοι, ἀλλὰ καὶ οἱ γέροντες Φοῖνιξ τε καὶ Νέστωρ, μόνῳ Μενελάῳ οὐ συνέζευκται γυνὴ διὰ γυναικῶν γαμετὴν ἡρπασμένην τὴν στρατείαν πεποιημένῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기