- 텍스트

Athenaeus, The Deipnosophists, book 1, chapter 45

(아테나이오스, The Deipnosophists, book 1, chapter 45)

παρετίθετο δὲ τοῖς ἡρ´ωσι δειπνοῦσι καὶ λάχανα, ὅτι δὲ οἴδασι τὰς λαχανείας δῆλον ἐκ τῶν παρὰ νείατον ὄρχον κοσμητῶν πρασιῶν.? ἀλλὰ μὴν καὶ τοῖς κακοχυμοτάτοις κρομύοις ἐχρῶντο: ἐπὶ δὲ κρόμυον ποτοῦ ὄψον. ἐπιμελουμένους δὲ αὐτοὺς εἰσάγει καὶ τῶν ἀκροδρύων "ὄγχνη γὰρ ἐπ ὄγχνῃ που γηράσκει, σῦκον δ ἐπὶ σύκῳ. διὸ καὶ τῶν δένδρων τὰ μὲν καρποφόρα καλὰ προσαγορεύει:

"ἔνθα δένδρεα καλὰ πεφύκει, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι. τὰ δ εἰς ξυλείαν εὔθετα μακρά, τοῖς ἐπιθέτοις τὰς χρήσεις διαστέλλων ἔνθα δένδρεα μακρὰ πεφύκει, κλήθρη τ αἴγειρὸς τ ἐλάτη τ ἦν οὐρανομήκης. ἀρχαιοτέρα δ ἦν καὶ τῶν Τρωικῶν ἡ τούτων χρῆσις. Τάνταλος γοῦν οὐδὲ θανὼν ἀπαλλάττεται τῆς τούτων ἐπιθυμίας : εἴπερ ὁ κολάζων αὐτὸν θεὸς προσείων, καθάπερ οἱ τὰ ἄλογα τῶν ζῴων τοῖς θαλλοῖς ἄγοντες, τοὺς τοιούτους καρποὺς ἀποκρούεται αὐτὸν τῆς ἀπολαύσεως, ὅτε τῆς ἐλπίδος ἐγγὺς ἔλθοι.

καὶ Λαέρτην δ Ὀδυσσεὺς ἀναμιμνήσκει ὧν ἔδωκεν αὐτῷ παιδὶ ὄντι: καὶ τὰ ἑξῆς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION