호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἕρμιππος δέ φησι Θεόφραστον παραγίνεσθαι εἰς τὸν περίπατον καθ ὡρ´αν λαμπρὸν καὶ ἐξησκημένον, εἶτα καθίσαντα διατίθεσθαι τὸν λόγον οὐδεμιᾶς ἀπεχόμενον κινήσεως οὐδὲ σχήματος ἑνός.? καί ποτε ὀψοφάγον μιμούμενον ἐξείραντα τὴν γλῶσσαν περιλείχειν τὰ χείλη. ἔμελε δὲ αὐτοῖς καὶ τοῦ κοσμίως ἀναλαμβάνειν τὴν ἐσθῆτα καὶ τοὺς μὴ τοῦτο ποιοῦντας ἔσκωπτον. Πλάτων ἐν Θεαιτήτῳ: "πάντα δυναμένους ὀξέως τε καὶ τορῶς διακονεῖν, ἀναβάλλεσθαι δ οὐκ ἐπισταμένους ἐπιδέξι ἐλευθερίως οὐδ ἁρμονίαν λόγων λαβόντας ὀρθῶς ὑμνῆσαι θεῶν τε καὶ ἀνθρώπων εὐδαιμόνων βίον. Σαπφὼ περὶ Ἀνδρομέδας σκώπτει τίς δ ἀγροιῶτις θέλγει νόον οὐκ ἐπισταμένη τὰ βράκε ἕλκειν ἐπὶ τῶν σφυρῶν· Φιλέταιρος:
ἀμφιβάλλου σφυροῖς: οὐ καθήσεις, τάλαν, μηδ ἀγροίκως ἄνω γόνατος ἀμφέξει, : Ἕρμιππος δέ φησι Θεόκριτον τὸν Χῖον ὡς ἀπαίδευτον μέμφεσθαι τὴν Ἀναξιμένους περιβολὴν Καλλίστρατός τε ὁ Ἀριστοφάνειος Ἀρίσταρχον ἐν συγγράμματι κακῶς εἴρηκεν ἐπὶ τῷ μὴ εὐρύθμως ἀμπέχεσθαι, φέροντός τι καὶ τοῦ τοιούτου πρὸς παιδείας ἐξέτασιν. ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων εἶναι τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς, ἐξὸν καλῶς.
οὗ μήτε πράττεται τέλος μηδεὶς ἡμᾶς, μήτε τιμὴν δόντα δεῖ ἑτέρων λαβεῖν, φέρει δὲ τοῖς μὲν χρωμένοις δόξης τιν ὄγκον, τοῖς δ ὁρῶσιν ἡδονήν, κόσμον δὲ τῷ βίῳ τὸ τοιοῦτον γέρας τίς οὐκ ἂν αὑτῷ κτῷτο φάσκων νοῦν ἔχειν, :?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기