- 텍스트

Athenaeus, The Deipnosophists, book 1, chapter 24

(아테나이오스, The Deipnosophists, book 1, chapter 24)

ἐχρῶντο δὲ ἐν τοῖς συμποσίοις καὶ κιθαρῳδοῖς καὶ ὀρχησταῖς, ὡς οἱ μνηστῆρες.? δύο δὲ κυβιστητῆρες μολπῆς ἐξάρχοντες ἐδίνευον. μολπῆς δὲ ἀντὶ τοῦ παιδιᾶς. σῶφρον δέ τι ἦν τὸ τῶν συμποσίοις καὶ φιλοσόφων διάθεσιν ἐπέχον. Ἀγαμέμνων γοῦν τὸν ἀοιδὸν καταλείπει τῇ Κλυταιμνήστρᾳ φύλακα καὶ παραινετῆρά τινα: ὃς πρῶτον μὲν ἀρετὴν γυναικῶν διερχόμενος ἐνέβαλλὲ τινα φιλοτιμίαν εἰς καλοκἀγαθίαν, εἶτα διατριβὴν παρέχων ἡδεῖαν ἀπεπλάνα τὴν διάνοιαν φαύλων ἐπινοιῶν. διὸ Αἴγισθος οὐ πρότερον διέφθειρε τὴν γυναῖκα πρὶν τὸν ἀοιδὸν ἀποκτεῖναι ἐν νήσῳ ἐρήμῃ. τοιοῦτός ἐστι καὶ ὁ παρὰ τοῖς μνηστῆρσιν ἀείδων ἀνάγκῃ, ὃς τοὺς ἐφεδρεύοντας τῇ Πηνελόπῃ ἐβδελύττετο. κοινῶς δέ που πάντας τοὺς ἀοιδοὺς αἰδοίους τοῖς ἀνθρώποις εἶναί φησι:

τοὔνεκ ἄρα σφέας οἴμας Μοῦσ1 ἐδίδαξε φίλησέ τε φῦλον ἀοιδῶν. ὁ δὲ παρὰ Φαίαξι Δημόδοκος ᾄδει Ἄρεος καὶ Ἀφροδίτης συνουσίαν, οὐ διὰ τὸ ἀποδέχεσθαι τὸ τοιοῦτον πάθος, ἀλλ ἀποτρέπων αὐτοὺς παρανόμων ὀρέξεων, ἢ εἰδὼς ἐν τρυφερῷ τινι βίῳ τεθραμμένους κἀντεῦθεν ὁμοιότατα τοῖς τρόποις αὐτῶν τὰ πρὸς ἀνάπαυσιν προφέρων. καὶ τοῖς μνηστῆρσιν ᾅδει πρὸς τὴν αὐτὴν βουλὴν ὁ Φήμιος νόστον Ἀχαιῶν.

καὶ αἱ Σειρῆνες δὲ ᾄδουσι τῷ Ὀδυσσεῖ τὰ μάλιστα αὐτὸν τέρψοντα, καὶ τὰ οἰκεῖα τῇ φιλοτιμίᾳ αὐτοῦ καὶ πολυμαθείᾳ λέγουσαι. "ἴσμεν γάρ φασί, τὰ τά ἄλλα καὶ ὅσσα γένηται ἐν χθονὶ πολυβοτείρῃ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION