- 텍스트

Athenaeus, The Deipnosophists, book 1, chapter 9

(아테나이오스, The Deipnosophists, book 1, chapter 9)

ἀπὸ τούτου τοῦ Φιλοξένου καὶ Φιλοξένειοί τινες πλακοῦντες ὠνομάσθησαν.? "ἐγὼ κατέχω τινὰ ὀψοφάγον ἐπὶ τοσοῦτον ἐκπεπτωκότα τοῦ μὴ ἐντρέπεσθαι τοὺς πλησίον ἐπὶ τοῖς γινομένοις, ὥστε φανερῶς ἐν τοῖς βαλανείοις τήν τε χεῖρα συνεθίζειν πρὸς τὰ θερμὰ καθιέντα εἰς ὕδωρ θερμὸν καὶ τὸ στόμα ἀναγαργαριζόμενον θερμῷ, ὅπως δηλονότι ἐν τοῖς θερμοῖς δυσκίνητος ᾖ. ἔφασαν γὰρ αὐτὸν καὶ τοὺς ὀψοποιοῦντας ὑποποιεῖσθαι ἵνα θερμότατα παρατιθῶσι καὶ μόνος καταναλίσκῃ αὐτὸς τῶν λοιπῶν συνακολουθεῖν μὴ δυναμένων. τὰ δ αὐτὰ καὶ περὶ τοῦ Κυθηρίου Φιλοξένου ἱστοροῦσι καὶ Ἀρχύτου καὶ ἄλλων πλειόνων, ὧν τις παρὰ Κρωβύλῳ τῷ κωμικῷ φησιν:

α. ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ ὑπερβολῇ τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω καὶ τὸν λάρυγγ ἥδιστα πυριῶ τεμαχίοις. β. κάμινος, οὐκ ἄνθρωπος. Κλέαρχος δέ φησι Φιλόξενον προλουόμενον ἐν τῇ πατρίδι κἀν ἄλλαις πόλεσι περιέρχεσθαι τὰς οἰκίας, ἀκολουθούντων αὐτῷ παίδων καὶ φερόντων ἔλαιον οἶνον γάρον ὄξος καὶ ἄλλα ἡδύσματα: ἔπειτα εἰσιόντα εἰς τὰς ἀλλοτρίας οἰκίας τὰ ἑψόμενα τοῖς ἄλλοις ἀρτύειν, ἐμβάλλοντα ὧν ἐστι χρεία κἆθ οὕτως εἰς ἑαυτὸν κύψαντα εὐωχεῖσθαι.

οὗτος εἰς Ἔφεσον καταπλεύσας εὑρὼν τὴν ὀψοπώλιδα κενὴν ἐπύθετο τὴν αἰτίαν καὶ μαθὼν ὅτι πᾶν εἰς γάμους συνηγόρασται, λουσάμενος παρῆν ἄκλητος ὡς τὸν νυμφίον. "Γάμε θεῶν λαμπρότατε," πάντας ἐψυχαγώγησεν: ἦν δὲ διθυραμβοποιός.

"καὶ αὔριον ὧδε δειπνήσεις· "μὴ πωλῇ τις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION