호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρῶτον μὲν οὖν περὶ δυνατοῦ καὶ ἀδυνάτου λέγωμεν.? ἂν δὴ τὸ ἐναντίον ᾖ δυνατὸν ἢ εἶναι ἢ γενέσθαι, καὶ τὸ ἐναντίον δόξειεν ἂν εἶναι δυνατόν, οἱο῀ν εἰ δυνατὸν ἄνθρωπον ὑγιασθῆναι, καὶ νοσῆσαι: ἡ γὰρ αὐτὴ δύναμις τῶν ἐναντίων ᾗ ἐναντία. καὶ εἰ τὸ ὅμοιον δυνατόν, καὶ τὸ ὅμοιον: καὶ εἰ τὸ χαλεπώτερον δυνατόν, καὶ τὸ ῥᾷον:
καὶ εἰ τὸ σπουδαῖον καὶ καλὸν γενέσθαι δυνατόν, καὶ ὅλως δυνατὸν γενέσθαι:
χαλεπώτερον γὰρ καλὴν οἰκίαν ἢ οἰκίαν εἶναι.
καὶ οὗ ἡ ἀρχὴ δύναται γενέσθαι, καὶ τὸ τέλος:
οὐδὲν γὰρ γίγνεται οὐδ ἄρχεται γίγνεσθαι τῶν ἀδυνάτων, οἱο῀ν τὸ σύμμετρον τὴν διάμετρον εἶναι οὔτ ἂν ἄρξαιτο γίγνεσθαι οὔτε γίγνεται. καὶ οὗ τὸ τέλος, καὶ ἡ ἀρχὴ δυνατή: ἅπαντα γὰρ ἐξ ἀρχῆς γίγνεται. καὶ εἰ τὸ ὕστερον τῇ οὐσίᾳ ἢ τῇ γενέσει δυνατὸν γενέσθαι, καὶ τὸ πρότερον, οἱο῀ν εἰ ἄνδρα γενέσθαι δυνατόν, καὶ παῖδα πρότερον γὰρ ἐκεῖνο γίγνεται, καὶ εἰ παῖδα, καὶ ἄνδρα καὶ ἀρχὴ γὰρ ἐκείνη.
καὶ ὧν ἢ ἔρως ἢ ἐπιθυμία φύσει ἐστίν:
οὐδεὶς γὰρ ἀδυνάτων ἐρᾷ οὐδὲ ἐπιθυμεῖ ὡς ἐπὶ τὸ πολύ. καὶ ὧν ἐπιστῆμαί εἰσι καὶ τέχναι, δυνατὸν ταῦτα καὶ εἶναι καὶ γίγνεσθαι.
καὶ ὅσων ἡ ἀρχὴ τῆς γενέσεως ἐν τούτοις ἐστὶν ἃ ἡμεῖς ἀναγκάσαιμεν ἂν ἢ πείσαιμεν:
ταῦτα δ ἐστὶν ὧν κρείττους ἢ κύριοι ἢ φίλοι. καὶ ὧν τὰ μέρη δυνατά, καὶ τὸ ὅλον, καὶ ὧν τὸ ὅλον δυνατόν, καὶ τὰ μέρη ὡς ἐπὶ τὸ πολύ:
εἰ γὰρ πρόσχισμα καὶ κεφαλὶς καὶ χιτὼν δύναται γενέσθαι, καὶ ὑποδήματα δυνατὸν γενέσθαι, καὶ εἰ ὑποδήματα, καὶ πρόσχισμα καὶ κεφαλίς καὶ χιτών. καὶ εἰ τὸ γένος ὅλον τῶν δυνατῶν γενέσθαι, καὶ τὸ εἶδος, καὶ εἰ τὸ εἶδος, καὶ τὸ γένος, οἱο῀ν εἰ πλοῖον γενέσθαι δυνατόν, καὶ τριήρη, καὶ εἰ τριήρη, καὶ πλοῖον.
καὶ εἰ θάτερον τῶν πρὸς ἄλληλα πεφυκότων, καὶ θάτερον, οἱο῀ν εἰ διπλάσιον, καὶ ἥμισυ, καὶ εἰ ἥμισυ, διπλάσιον.
καὶ εἰ ἄνευ τέχνης καὶ παρασκευῆς δυνατὸν γίγνεσθαι, μᾶλλον διὰ τέχνης καὶ ἐπιμελείας δυνατόν, ὅθεν καὶ Ἀγάθωνι εἴρηται καὶ μὴν τὰ μέν γε τῆς τέχνης πράσσειν, τὰ δὲἡμῖν ἀνάγκῃ καὶ τύχῃ προσγίγνεται.
καὶ εἰ τοῖς χείροσι καὶ ἥττοσι καὶ ἀφρονεστέροις δυνατόν, καὶ τοῖς ἐναντίοις μᾶλλον, ὥσπερ καὶ Ἰσοκράτης ἔφη δεινὸν εἴναι εἰ ὁ μὲν Εὔθυνος ἔμαθεν, αὐτὸς δὲ μὴ δυνήσεται εὑρεῖν.
περὶ δὲ ἀδυνάτου δῆλον ὅτι ἐκ τῶν ἐναντίων τοῖς εἰρημένοις ὑπάρχει.
εἰ δὲ γέγονεν, ἐκ τῶνδε σκεπτέον.
πρῶτον μὲν γάρ, εἰ τὸ ἧττον γίγνεσθαι πεφυκὸς γέγονεν, γεγονὸς ἂν εἰή καὶ τὸ μᾶλλον.
καὶ εἰ τὸ ὕστερον εἰωθὸς γίγνεσθαι γέγονεν, καὶ τὸ πρότερον γέγονεν, οἱο῀ν εἰ ἐπιλέλησται, καὶ ἔμαθέ ποτε τοῦτο. καὶ εἰ ἐδύνατο καὶ ἐβούλετο, πέπραχε:
πάντες γάρ, ὅταν δυνάμενοι βουληθῶσι, πράττουσιν: ἐμποδὼν γὰρ οὐδέν. ἔτι εἰ ἐβούλετο καὶ μηδὲν τῶν ἔξω ἐκώλυεν, καὶ εἰ ἐδύνατο καὶ ὠργίζετο, καὶ εἰ ἐδύνατο καὶ ἐπεθύμει:
ὡς γὰρ ἐπὶ τὸ πολὺ ὧν ὀρέγονται, ἂν δύνωνται, ποιοῦσιν, οἱ μὲν φαῦλοι δι ἀκρασίαν, οἱ δ ἐπιεικεῖς ὅτι τῶν ἐπιεικῶν ἐπιθυμοῦσιν. καὶ εἰ ἔμελλε γίγνεσθαι, καὶ ποιεῖν:
εἰκὸς γὰρ τὸν μέλλοντα καὶ ποιῆσαι. καὶ εἰ γέγονεν ὅσα ἢ πέφυκε πρὸ ἐκείνου ἢ ἕνεκα ἐκείνου, οἱο῀ν εἰ ἤστραψε, καὶ ἐβρόντησεν, καὶ εἰ ἐπείρασε, καὶ ἔπραξεν.
καὶ εἰ ὅσα ὕστερον πέφυκε γίγνεσθαι ἢ οὗ ἕνεκα γίγνεται γέγονε, καὶ τὸ πρότερον καὶ τὸ τούτου ἕνεκα γέγονεν, οἱο῀ν εἰ ἐβρόντησε, καὶ ἤστραψεν, καὶ εἰ ἔπραξεν, ἐπείρασεν. ἔστι δὲ τούτων ἁπάντων τὰ μὲν ἐξ ἀνάγκης τὰ δ ὡς ἐπὶ τὸ πολὺ οὕτως ἔχοντα.
περὶ δὲ τοῦ μὴ γεγονέναι φανερὸν ὅτι ἐκ τῶν ἐναντίων τοῖς εἰρημένοις. καὶ περὶ τοῦ ἐσομένου ἐκ τῶν αὐτῶν δῆλον:
τό τε γὰρ ἐν δυνάμει καὶ ἐν βουλήσει ὀ`ν ἔσται, καὶ τὰ ἐν ἐπιθυμίᾳ καὶ ὀργῇ καὶ λογισμῷ μετὰ δυνάμεως ὄντα, ταῦτα καὶ ἐν ὁρμῇ τοῦ ποιεῖν ἢ μελλήσει ἔσται: ὡς γὰρ ἐπὶ τὸ πολὺ γίγνεται μᾶλλον τὰ μέλλοντα ἢ τὰ μὴ μέλλοντα. καὶ εἰ προγέγονε ὅσα πρότερον πέφυκε γίγνεσθαι, οἱο῀ν εἰ συννεφεῖ, εἰκὸς ὗσαι.
καὶ εἰ τὸ ἕνεκα τούτου γέγονε, καὶ τοῦτο εἰκὸς γενέσθαι, οἱο῀ν εἰ θεμέλιος, καὶ οἰκία.
περὶ δὲ μεγέθους καὶ μικρότητος τῶν πραγμάτων καὶ μείζονός τε καὶ ἐλάττονος καὶ ὅλως μεγάλων καὶ μικρῶν ἐκ τῶν προειρημένων ἡμῖν ἐστιν φανερόν.
εἴρηται γὰρ ἐν τοῖς συμβουλευτικοῖς περί τε μεγέθους ἀγαθῶν καὶ περὶ τοῦ μείζονος ἁπλῶς καὶ ἐλάττονος, ὥστε ἐπεὶ καθ ἕκαστον τῶν λόγων τὸ προκείμενον τέλος ἀγαθόν ἐστιν, οἱο῀ν τὸ συμφέρον καὶ τὸ καλὸν καὶ τὸ δίκαιον, φανερὸν ὅτι δι ἐκείνων ληπτέον τὰς αὐξήσεις πᾶσιν. τὸ δὲ παρὰ ταῦτα ἔτι ζητεῖν περὶ μεγέθους ἁπλῶς καὶ ὑπεροχῆς κενολογεῖν ἐστιν:
κυριώτερα γάρ ἐστιν πρὸς τὴν χρείαν τῶν καθόλου τὰ καθ ἕκαστα τῶν πραγμάτων. περὶ μὲν οὖν δυνατοῦ καὶ ἀδυνάτου, καὶ πότερον γέγονεν ἢ οὐ γέγονεν καὶ ἔσται ἢ οὐκ ἔσται, ἔτι δὲ περὶ μεγέθους καὶ μικρότητος τῶν πραγμάτων, εἰρήσθω ταῦτα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기