호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ περὶ μὲν τοῦ χαρίζεσθαι καὶ ἀχαριστεῖν εἴρηται:? ποῖα δ ἐλεεινὰ καὶ τίνας ἐλεοῦσι, καὶ πῶς αὐτοὶ ἔχοντες, λέγωμεν. ἔστω δὴ ἔλεος λύπη τις ἐπὶ φαινομένῳ κακῷ φθαρτικῷ ἢ λυπηρῷ τοῦ ἀναξίου τυγχάνειν, ὃ κἂν αὐτὸς προσδοκήσειεν ἂν παθεῖν ἢ τῶν αὑτοῦ τινα, καὶ τοῦτο ὅταν πλησίον φαίνηται:
δῆλον γὰρ ὅτι ἀνάγκη τὸν μέλλοντα ἐλεήσειν ὑπάρχειν τοιοῦτον οἱο῀ν οἰέσθαι παθεῖν ἄν τι κακὸν ἢ αὐτὸν ἢ τῶν αὑτοῦ τινα, καὶ τοιοῦτο κακὸν οἱο῀ν εἴρηται ἐν τῷ ὁρ´ῳ ἢ ὅμοιον ἢ παραπλήσιον: διὸ οὔτε οἱ παντελῶς ἀπολωλότες ἐλεοῦσιν οὐδὲν γὰρ ἂν ἔτι παθεῖν οἰόνται:
πεπόνθασι γάρ, οὔτε οἱ ὑπερευδαιμονεῖν οἰόμενοι, ἀλλ ὑβρίζουσιν: εἰ γὰρ ἅπαντα οἰόνται ὑπάρχειν τἀγαθά, δῆλον ὅτι καὶ τὸ μὴ ἐνδέχεσθαι παθεῖν μηδὲν κακόν: καὶ γὰρ τοῦτο τῶν ἀγαθῶν. εἰσὶ δὲ τοιοῦτοι οἱοῖ νομίζειν παθεῖν ἄν, οἵ τε πεπονθότες ἤδη καὶ διαπεφευγότες, καὶ οἱ πρεσβύτεροι καὶ διὰ τὸ φρονεῖν καὶ δι ἐμπειρίαν, καὶ οἱ ἀσθενεῖς, καὶ οἱ δειλότεροι μᾶλλον, καὶ οἱ πεπαιδευμένοι:
εὐλόγιστοι γάρ. καὶ οἷς ὑπάρχουσι γονεῖς ἢ τέκνα ἢ γυναῖκες:
αὐτοῦ τε γὰρ ταῦτα, καὶ οἱᾶ παθεῖν τὰ εἰρημένα. καὶ οἱ μήτε ἐν ἀνδρείας πάθει ὄντες, οἱο῀ν ἐν ὀργῇ ἢ θάρρει ἀλόγιστα γὰρ τοῦ ἐσομένου ταῦτα, μήτε ἐν ὑβριστικῇ διαθέσει καὶ γὰρ οὗτοι ἀλόγιστοι τοῦ πείσεσθαί τι, ἀλλ οἱ μεταξὺ τούτων, μήτ αὖ φοβούμενοι σφόδρα:
οὐ γὰρ ἐλεοῦσιν οἱ ἐκπεπληγμένοι, διὰ τὸ εἶναι πρὸς τῷ οἰκείῳ πάθει. κἂν οἰώνταί τινας εἶναι τῶν ἐπιεικῶν:
ὁ γὰρ μηδένα οἰόμενος πάντας οἰήσεται ἀξίους εἶναι κακοῦ. καὶ ὅλως δὴ ὅταν ἔχῃ οὕτως ὥστ ἀναμνησθῆναι τοιαῦτα συμβεβηκότα ἢ αὑτῷ ἤ <τῳ> τῶν αὑτοῦ, ἢ ἐλπίσαι γενέσθαι αὑτῷ ἤ τῳ τῶν αὑτοῦ. ὡς μὲν οὖν ἔχοντες ἐλεοῦσιν εἴρηται, ἃ δ ἐλεοῦσιν ἐκ τοῦ ὁρισμοῦ δῆλον:
ὅσα τε γὰρ τῶν λυπηρῶν καὶ ὀδυνηρῶν φθαρτικά, πάντα ἐλεεινά, καὶ ὅσα ἀναιρετικά, καὶ ὅσων ἡ τύχη αἰτία κακῶν μέγεθος ἐχόντων. ὧν δ ἡ τύχη αἰτία κακῶν ἀφιλία, ὀλιγοφιλία διὸ καὶ τὸ διασπᾶσθαι ἀπὸ φίλων καὶ συνήθων ἐλεεινόν, αἶσχος, ἀσθένεια, ἀναπηρία, καὶ τὸ ὅθεν προσῆκεν ἀγαθόν τι ὑπάρξαι κακόν τι συμβῆναι, καὶ τὸ πολλάκις τοιοῦτον, καὶ τὸ πεπονθότος γενέσθαι τι ἀγαθόν, οἱο῀ν Διοπείθει τὰ παρὰ βασιλέως τεθνεῶτι κατεπέμφθη, καὶ τὸ ἢ μηδὲν γεγενῆσθαι ἀγαθὸν ἢ γενομένων μὴ εἶναι ἀπόλαυσιν.
ἐφ οἷς μὲν οὖν ἐλεοῦσι, ταῦτα καὶ τὰ τοιαῦτά ἐστιν:
ἐλεοῦσι δὲ τούς τε γνωρίμους, ἂν μὴ σφόδρα ἐγγὺς ὦσιν οἰκειότητι περὶ δὲ τούτους ὥσπερ περὶ αὑτοὺς μέλλοντας ἔχουσιν:
διὸ καὶ ὁ Ἀμάσιος ἐπὶ μὲν τῷ υἱεῖ ἀγομένῳ ἐπὶ τὸ ἀποθανεῖν οὐκ ἐδάκρυσεν, ὡς φασίν, ἐπὶ δὲ τῷ φίλῳ προσαιτοῦντι: τοῦτο μὲν γὰρ ἐλεεινόν, ἐκεῖνο δὲ δεινόν: τὸ γὰρ δεινὸν ἕτερον τοῦ ἐλεεινοῦ καὶ ἐκκρουστικὸν τοῦ ἐλέου καὶ πολλάκις τῷ ἐναντίῳ χρήσιμον: <οὐ γὰρ> ἔτι ἐλεοῦσιν ἐγγὺς αὐτοῖς τοῦ δεινοῦ ὄντος, καὶ τοὺς ὁμοίους ἐλεοῦσιν κατὰ ἡλικίαν, κατὰ ἤθη, κατὰ ἕξεις, κατὰ ἀξιώματα, κατὰ γένη:
ἐν πᾶσι γὰρ τούτοις μᾶλλον φαίνεται καὶ αὐτῷ ἂν ὑπάρξαι: ὅλως γὰρ καὶ ἐνταῦθα δεῖ λαβεῖν ὅτι ὅσα ἐφ αὑτῶν φοβοῦνται, ταῦτα ἐπ ἄλλων γιγνόμενα ἐλεοῦσιν. ἐπεὶ δ ἐγγὺς φαινόμενα τὰ πάθη ἐλεεινά ἐστιν, τὰ δὲ μυριοστὸν ἔτος γενόμενα ἢ ἐσόμενα οὔτε ἐλπίζοντες οὔτε μεμνημένοι ἢ ὅλως οὐκ ἐλεοῦσιν ἢ οὐχ ὁμοίως, ἀνάγκη τοὺς συναπεργαζομένους σχήμασι καὶ φωναῖς καὶ ἐσθῆσι καὶ ὅλως ὑποκρίσει ἐλεεινοτέρους εἶναι ἐγγὺς γὰρ ποιοῦσι φαίνεσθαι τὸ κακόν, πρὸ ὀμμάτων ποιοῦντες ἢ ὡς μέλλοντα ἢ ὡς γεγονότα:
καὶ τὰ γεγονότα ἄρτι ἢ μέλλοντα διὰ ταχέων ἐλεεινότερα, <καὶ> διὰ τοῦτο καὶ τὰ σημεῖα, οἱο῀ν ἐσθῆτάς τε τῶν πεπονθότων καὶ ὅσα τοιαῦτα, καὶ τὰς πράξεις καὶ λόγους καὶ ὅσα ἄλλα τῶν ἐν τῷ πάθει ὄντων, οἱο῀ν ἤδη τελευτώντων.
καὶ μάλιστα τὸ σπουδαίους εἶναι ἐν τοῖς τοιούτοις καιροῖς ὄντας ἐλεεινόν:
ἅπαντα γὰρ ταῦτα διὰ τὸ ἐγγὺς φαίνεσθαι μᾶλλον ποιεῖ τὸν ἔλεον, καὶ ὡς ἀναξίου ὄντος καὶ ἐν ὀφθαλμοῖς φαινομένου τοῦ πάθους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기