- 텍스트

Aristotle, Rhetoric, Book 2, chapter 3

(아리스토텔레스, 수사학, Book 2, chapter 3)

ἐπεὶ δὲ τὸ ὀργίζεσθαι ἐναντίον τῷ πραΰνεσθαι καὶ ὀργὴ πραότητι, ληπτέον πῶς ἔχοντες πρᾶοί εἰσι καὶ πρὸς τίνας πράως ἔχουσι καὶ διὰ τίνων πραΰνονται.? ἔστω δὴ πράϋνσις κατάστασις καὶ ἠρέμησις ὀργῆς.

εἰ οὖν ὀργίζονται τοῖς ὀλιγωροῦσιν, ὀλιγωρία δ ἑκούσιον, φανερὸν ὅτι καὶ τοῖς μηδὲν τούτων ποιοῦσιν ἢ ἀκουσίως ποιοῦσιν ἢ φαινομένοις τοιούτοις πρᾶοί εἰσιν.

καὶ τοῖς τἀναντία ὧν ἐποίησαν βουλομένοις.

καὶ ὅσοι καὶ αὐτοὶ εἰς αὑτοὺς τοιοῦτοι: οὐδεὶς γὰρ αὐτὸς αὑτοῦ δοκεῖ ὀλιγωρεῖν. καὶ τοῖς ὁμολογοῦσι καὶ μεταμελομένοις:

ὡς γὰρ ἔχοντες δίκην τὸ λυπεῖσθαι ἐπὶ τοῖς πεποιημένοις παύονται τῆς ὀργῆς: σημεῖον δὲ ἐπὶ τῆς τῶν οἰκετῶν κολάσεως: τοὺς μὲν γὰρ ἀντιλέγοντας καὶ ἀρνουμένους μᾶλλον κολάζομεν, πρὸς δὲ τοὺς ὁμολογοῦντας δικαίως κολάζεσθαι παυόμεθα θυμούμενοι: αἴτιον δ ὅτι ἀναισχυντία τὸ τὰ φανερὰ ἀρνεῖσθαι, ἡ δ ἀναισχυντία ὀλιγωρία καὶ καταφρόνησις: ὧν γοῦν πολὺ καταφρονοῦμεν, οὐκ αἰσχυνόμεθα.

καὶ τοῖς ταπεινουμένοις πρὸς αὐτοὺς καὶ μὴ ἀντιλέγουσιν: φαίνονται γὰρ ὁμολογεῖν ἥττους εἶναι, οἱ δ ἥττους φοβοῦνται, φοβούμενος δὲ οὐδεὶς ὀλιγωρεῖ: ὅτι δὲ πρὸς τοὺς ταπεινουμένους παύεται ἡ ὀργή, καὶ οἱ κύνες δηλοῦσιν οὐ δάκνοντες τοὺς καθίζοντας. καὶ τοῖς σπουδάζουσι πρὸς τοὺς σπουδάζοντας:

δοκεῖ γὰρ σπουδάζεσθαι ἀλλ οὐ καταφρονεῖσθαι. καὶ τοῖς μείζω κεχαρισμένοις.

καὶ τοῖς δεομένοις καὶ παραιτουμένοις: ταπεινότεροι γάρ. καὶ τοῖς μὴ ὑβρισταῖς μηδὲ χλευασταῖς μηδ ὀλιγώροις εἰς μηδένα ἢ μὴ εἰς χρηστοὺς μηδ εἰς τοιούτους οἱοί῀ περ αὐτοί:

ὅλως δ ἐκ τῶν ἐναντίων δεῖ σκοπεῖν τὰ πραΰνοντα.

καὶ οὓς φοβοῦνται ἢ αἰσχύνονται, ἑώς ἂν οὕτως ἔχωσιν, οὐκ ὀργίζονται: ἀδύνατον γὰρ ἅμα φοβεῖσθαι καὶ ὀργίζεσθαι. καὶ τοῖς δι ὀργὴν ποιήσασιν ἢ οὐκ ὀργίζονται ἢ ἧττον ὀργίζονται:

οὐ γὰρ δι ὀλιγωρίαν φαίνονται πρᾶξαι: οὐδεὶς γὰρ ὀργιζόμενος ὀλιγωρεῖ: ἡ μὲν γὰρ ὀλιγωρία ἄλυπον, ἡ δ ὀργὴ μετὰ λύπης. καὶ τοῖς αἰσχυνομένοις αὐτούς.

καὶ ἔχοντες δὲ ἐναντίως τῷ ὀργίζεσθαι δῆλον ὅτι πρᾶοί εἰσιν, οἱο῀ν ἐν παιδιᾷ, ἐν γέλωτι, ἐν ἑορτῇ, ἐν εὐημερίᾳ, ἐν κατορθώσει, ἐν πληρώσει, ὅλως ἐν ἀλυπίᾳ καὶ ἡδονῇ μὴ ὑβριστικῇ καὶ ἐν ἐλπίδι ἐπιεικεῖ. ἔτι κεχρονικότες καὶ μὴ ὑπόγυιοι τῇ ὀργῇ ὄντες: παύει γὰρ ὀργὴν ὁ χρόνος: παύει δὲ καὶ ἑτέρου ὀργὴν μείζω ἡ παρ ἄλλου ληφθεῖσα τιμωρία πρότερον:

διὸ εὖ Φιλοκράτης, εἰπόντος τινός, ὀργιζομένου τοῦ δήμου, "τί οὐκ ἀπολογεῖ· , "οὔπω γε" , ἔφη. "ἀλλὰ πότε· "ὅταν ἴδω ἄλλον διαβεβλημένον" : πρᾶοι γὰρ γίγνονται ὅταν εἰς ἄλλον τὴν ὀργὴν ἀναλώσωσιν, ὃ συνέβη ἐπὶ Ἐργοφίλου: μᾶλλον γὰρ χαλεπαίνοντες ἢ Καλλισθένει ἀφεῖσαν διὰ τὸ Καλλισθένους τῇ προτεραίᾳ καταγνῶναι θάνατον. καὶ ἐὰν ἕλωσιν.

καὶ ἐὰν μεῖζον κακὸν πεπονθότες ὦσιν ἢ ὃ ὀργιζόμενοι ἂν ἔδρασαν: ὥσπερ εἰληφέναι γὰρ οἰόνται τιμωρίαν. καὶ ἐὰν ἀδικεῖν οἰώνται αὐτοὶ καὶ δικαίως πάσχειν, οὐ γίγνεται ἡ ὀργὴ πρὸς τὸ δίκαιον:

οὐ γὰρ ἔτι παρὰ τὸ προσῆκον νομίζουσι πάσχειν, ἡ δ ὀργὴ τοῦτο ἦν: διὸ δεῖ τῷ λόγῳ προκολάζειν: ἀγανακτοῦσιν γὰρ ἧττον κολαζόμενοι καὶ οἱ δοῦλοι. καὶ ἐὰν μὴ αἰσθήσεσθαι οἰώνται ὅτι δι αὑτοὺς καὶ ἀνθ ὧν ἔπαθον:

ἡ γὰρ ὀργὴ πρὸς τὸν καθ ἕκαστόν ἐστιν: δῆλον δ ἐκ τοῦ ὁρισμοῦ: διὸ ὀρθῶς πεποίηται φάσθαι Ὀδυσσῆα πτολιπόρθιον, ὡς οὐ τετιμωρημένος εἰ μὴ ᾔσθετο καὶ ὑφ ὅτου καὶ ἀνθ ὅτου: ὥστε οὔτε τοῖς ἄλλοις ὅσοι μὴ αἰσθάνονται ὀργίζονται, οὔτε τοῖς τεθνεῶσιν ἔτι, ὡς πεπονθόσι τε τὸ ἔσχατον καὶ οὐκ ἀλγήσουσιν οὐδ αἰσθησομένοις, οὗ οἱ ὀργιζόμενοι ἐφίενται: διὸ εὖ περὶ τοῦ Ἕκτορος ὁ ποιητής, παῦσαι βουλόμενος τὸν Ἀχιλλέα τῆς ὀργῆς τεθνεῶτος, κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων. δῆλον οὖν ὅτι τοῖς καταπραΰνειν βουλομένοις ἐκ τούτων τῶν τόπων λεκτέον, αὑτοὺς μὲν παρασκευάζουσι τοιούτους, οἷς δ ὀργίζονται ἢ φοβεροὺς ἢ αἰσχύνης ἀξίους ἢ κεχαρισμένους ἢ ἄκοντας ἢ ὑπεραλγοῦντας τοῖς πεποιημένοις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION