호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι τὸ παράδειγμα τῆς χρήσεως τῶν ἀδελφῶν ἡ φύσις οὐ μακρὰν ἔθηκεν, ἀλλ ἐν αὐτῷ τῷ σώματι τὰ πλεῖστα τῶν ἀναγκαίων διττὰ καὶ ἀδελφὰ καὶ δίδυμα μηχανησαμένη, χεῖρας πόδας ὄμματ ὦτα ῥῖνας, ἐδίδαξεν ὅτι ταῦτα σωτηρίας ἕνεκα καὶ συμπράξεως κοινῆς οὐ διαφορᾶς καὶ μάχης οὕτως διέστησεν:? αὐτάς τε τὰς χεῖρας εἰς πολλοὺς καὶ ἀνίσους δακτύλους σχίσασα πάντων ὀργάνων ἐμμελέστατα καὶ τεχνικώτατα παρέσχεν, ὥστ Ἀναξαγόραν τὸν παλαιὸν ἐν ταῖς χερσὶ τὴν αἰτίαν τίθεσθαι τῆς ἀνθρωπίνης σοφίας καὶ συνέσεως. ἀλλὰ τούτου μὲν ἐοίκεν ἀληθὲς εἶναι τοὐναντίον: οὐ γὰρ ὅτι χεῖρας ἔσχεν ἄνθρωπος σοφώτατον, ἀλλ ὅτι φύσει λογικὸν ἦν καὶ τεχνικόν, ὀργάνων φύσει τοιούτων ἔτυχεν. ἐκεῖνο δὲ παντὶ δῆλον, ὡς ἀπὸ σπέρματος ἑνὸς καὶ μιᾶς ἀρχῆς ἡ φύσις ἀδελφοὺς δύο καὶ τρεῖς καὶ πλείονας ἐποίησεν οὐ πρὸς διαφορὰν καὶ ἀντίταξιν, ἀλλ ὅπως χωρὶς ὄντες ἀλλήλοις μᾶλλον συνεργῶσιν. οἱ γάρ δὴ τρισώματοι καὶ ἑκατόγχειρες, εἴπερ ἐγένοντο, συμφυεῖς ὄντες πᾶσι τοῖς μέρεσιν, οὐδὲν ἐκτὸς αὐτῶν οὐδὲ χωρὶς ἐδύναντο ποιεῖν ὃ τοῖς ἀδελφοῖς ὑπάρχει καὶ μένειν καὶ ἀποδημεῖν ἅμα καὶ πολιτεύεσθαι καὶ γεωργεῖν δυναμένοις δι ἀλλήλων, ἄνπερ ἣν ἡ φύσις ἔδωκεν εὐνοίας καὶ συμφωνίας ἀρχὴν φυλάττωσιν εἰ δὲ μή, ποδῶν οὐθέν, οἶμαι, διοίσουσιν ἀλλήλους ὑποσκελιζόντων καὶ δακτύλων ἐμπλεκομένων καὶ διαστρεφομένων παρὰ φύσιν ὑπ ἀλλήλων. μᾶλλον δ ὥσπερ ἐν ταὐτῷ σώματι μιᾶς κοινωνοῦντα φύσεως καὶ τροφῆς τὰ ὑγρὰ καὶ ξηρὰ καὶ ψυχρὰ καὶ θερμὰ τῇ ὁμονοίᾳ καὶ συμφωνίᾳ τὴν ἀρίστην καὶ ἡδίστην κρᾶσιν ἐμποιεῖ καὶ ἁρμονίαν, ἧς χωρὶς οὔτε πλούτου φασὶν οὔτε τᾶς ἰσοδαίμονος ἀνθρώ- ποις βασιληίδος ἀρχᾶς εἶναί τινα χάριν καὶ ὄνησιν:
ἂν δὲ πλεονεξία καὶ στάσις αὐτοῖς ἐγγένηται, διέφθειρεν αἴσχιστα καὶ συνέχεε τὸ ζῷον, οὕτως ἀδελφῶν ὁμοφροσύνῃ καὶ γένος καὶ οἶκος ὑγιαίνει καὶ τέθηλε, καὶ φίλοι καὶ συνήθεις ὥσπερ ἐμμελὴς χορὸς οὐθὲν οὔτε πράσσουσιν ἐναντίον οὔτε λέγουσιν ἢ φρονοῦσιν:
ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔμμορε τιμῆς, οἰκέτης διάβολος ἢ κόλαξ παρενδὺς θυραῖος ἢ πολίτης βάσκανος. ὡς γὰρ αἱ νόσοι τοῖς σώμασι μὴ προσιεμένοις τὸ οἰκεῖον πολλῶν ἐμποιοῦσιν ἀτόπων καὶ βλαβερῶν ὀρέξεις, οὕτως ἡ πρὸς τὸ συγγενὲς διαβολὴ καὶ ὑφόρασις ὁμιλίας ἐπάγεται φαύλας καὶ πονηρὰς εἰς τὸ ἐκλιπὲς ἔξωθεν ἐπιρρεούσας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기