- 텍스트

Athenaeus, The Deipnosophists, book 1, chapter 59

(아테나이오스, The Deipnosophists, book 1, chapter 59)

τῶν οἴνων ὁ μὲν λευκός, ὁ δὲ κιρρός, ὁ δὲ μέλας.? καὶ ὁ μὲν λευκὸς λεπτότατος τῇ φύσει, οὐρητικός, θερμὸς πεπτικός τε ὢν τὴν κεφαλὴν ποιεῖ διάπυρον ἀνωφερὴς γὰρ ὁ οἶνος. ὁ δὲ μέλας, ὁ μὴ γλυκάζων, τροφιμώτατος, στυπτικός: ὁ δὲ γλυκάζων καὶ τῶν λευκῶν καὶ τῶν κιρρῶν τροφιμώτατος. λεαίνει γὰρ κατὰ τὴν πάροδον καὶ παχύνων τὰ ὑγρὰ μᾶλλον κεφαλὴν ἧττον παρενοχλεῖ, ὄντως γὰρ ἡ τοῦ γλυκέος οἴνου φύσις ἐγχρονίζει περὶ τὰ ὑποχόνδρια καὶ πτυέλου ἐστὶν ἀναγωγός, ὡς Διοκλῆς καὶ Πραξαγόρας ἱστοροῦσι. "ὁ μέλας οἶνός ἐστι θρεπτικώτατος, ὁ δὲ λευκὸς οὐρητικώτατος καὶ λεπτότατος, ὁ δὲ κιρρὸς ξηρὸς καὶ τῶν σιτίων πεπτικώτερος. οἱ δ ἐπιμελέστερον τεθαλαττωμένοι οἶνοι ἀκραίπαλοὶ τέ εἰσι καὶ κοιλίας λύουσιν ἐπιδάκνουσὶ τε τὸν στόμαχον ἐμφυσήσεις τε ἐνεργάζονται καὶ συγκατεργάζονται τὴν τροφήν. τοιοῦτος δ ἐστὶν ὅ τε Μύνδιος καὶ ὁ ἀπὸ Ἁλικαρνασσοῦ. ὁ γοῦν κυνικὸς Μένιππος ἁλμοπότιν τὴν Μύνδον φησίν. ἱκανῶς δὲ καὶ ὁ Κῷος τεθαλάττωται. καὶ ὁ Ῥόδιος δὲ ἐλάττονος μὲν κεκοινώνηκε θαλάσσης, ὁ δὲ πολὺς αὐτοῦ ἀχρεῖός ἐστιν.

ὁ δὲ νησιώτης εἴς τε τοὺς πότους ἐστὶν εὖ πεφυκὼς καὶ πρὸς τὴν καθημερινὴν χρῆσιν οὐκ ἀνοίκειος. ὁ δὲ Κνίδιος αἵματος γεννητικός, τρόφιμος, κοιλίαν εὔλυτον κατασκευάζων πλείων δὲ πινόμενος ἐκλύει τὸν στόμαχον. ὁ δὲ Λέσβιος στῦψιν μικροτέραν ἔχει καὶ μᾶλλον οὐρεῖται.

χαριέστατος δ ἐστὶν ὁ Χῖος καὶ τοῦ Χίου ὁ καλούμενος Ἀριούσιος. διαφοραὶ δὲ αὐτοῦ εἰσι τρεῖς: ὁ μὲν γὰρ αὐστηρὸς ἐστιν, ὁ δὲ γλυκάζων, ὁ δὲ μέσος τούτων τῇ γεύσει αὐτόκρατος καλεῖται. ὁ μὲν οὖν αὐστηρὸς εὔστομός ἐστι καὶ τρόφιμος καὶ μᾶλλον οὐρεῖται, ὁ δὲ γλυκάζων τρόφιμος, πλήσμιος, κοιλίας μαλακτικός, ὁ δ αὐτόκρατος τῇ χρείᾳ μέσος ἐστί. κοινῶς δ ὁ Χῖος πεπτικός, τρόφιμος, αἵματος χρηστοῦ γεννητικός, προσηνέστατος, πλήσμιος διὰ τὸ παχὺς εἶναι τῇ δυνάμει. τῶν δ οἴνων χαριέστατος ὁ κατὰ τὴν Ἰταλίαν Ἀλβανὸς καὶ ὁ Φαλερνίτης.

ὁ δὲ τούτων πεπαλαιωμένος καὶ κεχρονικὼς φαρμακώδης ὢν καροῖ λίαν ταχέως, ὁ δὲ Ἀδριανὸς καλούμενος εὔπνους, εὐανάδοτος, ἄλυπος τὸ σύνολον, οἰνοποιητέον δὲ αὐτοὺς πρό τινος χρόνου καὶ εἰς ἀναπεπταμένον τόπον θετέον εἰς τὸ διαπνεῦσαι τὸ παχὺ τῆς δυνάμεως αὐτῶν. χαριέστατος δ οἶνος εἰς παλαίωσιν ὁ Κερκυραῖος. ὁ δὲ Ζακύνθιος καὶ ὁ Λευκάδιος διὰ τὸ γύψον λαβεῖν καὶ κεφαλὴν ἀδικοῦσιν.

ὁ δ ἀπὸ Κιλικίας Ἀβάτης καλούμενος κοιλίας μόνον ἐστὶ μαλακτικός. Κῴῳ δὲ καὶ Μυνδίῳ καὶ Ἁλικαρνασσίῳ καὶ παντὶ τῷ ἱκανῶς τεθαλαττωμένῳ συνᾴδει τὰ σκληρὰ τῶν ὑδάτων οἱο῀ν κρηναῖα καὶ ὄμβρια, ἐὰν ᾖ διυλισμένα καὶ πλείονα χρόνον καθεσταμένα. χρήσιμοι δ εἰσὶν οὗτοι Ἀθήνησι καὶ Σικυῶνι: ἐν ταύταις γὰρ σκληρὰ τὰ ὕδατα, τοῖς δ ἀθαλάσσοις τῶν οἴνων καὶ τοῖς παρέχουσιν ἱκανωτέραν στύψιν, ἔτι δὲ τῷ Χίῳ καὶ Λεσβίῳ τὰ ἀποιότατα τῶν ὑδάτων εὐθετεῖ .?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION