- καὶ εἶπαν οἱ παῖδες Σαοὺλ πρὸς αὐτόν. ἰδοὺ δὴ πνεῦμα Κυρίου πονηρὸν πνίγει σε. (Septuagint, Liber I Samuelis 16:15)
(70인역 성경, 사무엘기 상권 16:15)
- αὐτοί τε οὖν ἤδη συνεληλύθατε, ὅ τι περ ὄφελος ἐξ ἑκάστης πόλεως, αὐτὸ δὴ τὸ κεφάλαιον ἁπάντων Μακεδόνων, καὶ ὑποδέχεται πόλις ἡ ἀρίστη οὖσα οὐ κατὰ Πίσαν μὰ Δἴ οὐδὲ τὴν κεῖθι στενοχωρίαν καὶ σκηνὰς καὶ καλύβας καὶ πνῖγος, οἵ τε αὖ πανηγυρισταὶ οὐ συρφετώδης ὄχλος, ἀθλητῶν μᾶλλον φιλοθεάμονες, ἐν παρέργῳ οἱ πολλοὶ τὸν Ἡρόδοτον τιθέμενοι, ἀλλὰ ῥητόρων τε καὶ συγγραφέων καὶ σοφιστῶν οἱ δοκιμώτατοι, ὅσον οὐ μικρὸν ἤδη, μὴ τοὐμὸν παρὰ πολὺ ἐνδεέστερον φαίνηται τῶν Ὀλυμπίων. (Lucian, Herodotus 14:1)
(루키아노스, Herodotus 14:1)
- πολλά με ἀνακρίνεις, ἐμβῆναι δέον, ἕν με πνίγει μάλιστα, ὦ Κλωθοῖ, δι ὅπερ ἐπόθουν κἂν πρὸς ὀλίγον ἐς τὸ φῶς ἀνακῦψαι πάλιν. (Lucian, Cataplus, (no name) 11:21)
(루키아노스, Cataplus, (no name) 11:21)
- θέρους δὲ ὀλιγάκις καὶ τὸ πολὺ διαλείποντα, εἰ πνῖγος εἰή: (Arrian, Cynegeticus, chapter 14 2:1)
(아리아노스, Cynegeticus, chapter 14 2:1)
- ὃ δὲ μάλιστά με πνίγει τοῦτ ἐστίν, ὅτι μεμφόμενοι τὴν ἀνθρωποποιίαν καὶ μάλιστά γε τὰς γυναῖκας ὅμως ἐρᾶτε αὐτῶν καὶ οὐ διαλείπετε κατιόντες, ἄρτι μὲν ταῦροι,γεχνοἄρτι δὲ σάτυροι καὶ κύκνοι γενόμενοι, καὶ θεοὺς ἐξ αὐτῶν ποιεῖσθαι ἀξιοῦτε. (Lucian, Prometheus, (no name) 17:1)
(루키아노스, Prometheus, (no name) 17:1)
- καὶ μὴν καὶ τοῦ οἰκήματος ἡ δυσοσμία καὶ τὸ πνῖγος, ἐν ταὐτῷ πολλῶν δεδεμένων καὶ ἐστενοχωρημένων ^ καὶ μόλις ἀναπνεόντων, καὶ τοῦ σιδήρου ὁ ψόφος καὶ ὕπνος ὀλίγος - ταῦτα πάντα χαλεπὰ ἦν καὶ ἀφόρητα οἱῴ ἀνδρὶ ἐκείνων ἀήθει καὶ ἀμελετήτῳ πρὸς οὕτω σκληρὰν τὴν δίαιταν. (Lucian, Toxaris vel amicitia, (no name) 28:5)
(루키아노스, Toxaris vel amicitia, (no name) 28:5)
- ὕδωρ δὲ πίνειν βάτραχος, ἀπολαῦσαι θύμων λαχάνων τε κάμπη, πρὸς τὸ μὴ λοῦσθαι ῥύπος, ὑπαίθριος χειμῶνα διάγειν κόψιχος, πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν τέττιξ, ἐλαίῳ μηδὲ χρίεσθαι τὸ πᾶν κονιορτός, ἀνυπόδητος ὄρθρου περιπατεῖν γέρανος, καθεύδειν μηδὲ μικρὸν νυκτερίς. (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 34 2:1)
(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 34 2:1)
- ἢ εἰ Ῥιπιζόμενός τις ὑπὸ πνίγεος καὶ παρασκευαζόμενος αὐτὸς ἑωυτῷ ψῦχος ἐκ τοιούτου ἂν τρόπου διαπαύσαιτο τοῦτο ποιέων, δεκαπλάσιον ἔσται τὸ καῦμα καὶ πνῖγος ἢ τῷ μηδὲν τοιοῦτο ποιέοντι. (Hippocrates, Hippocrates Collected Works I, , xvi.9)
(히포크라테스, Hippocrates Collected Works I, , xvi.9)