호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ταῦτ ἔνεστ ἐνταῦθα·? λαβὲ τὸ βιβλίον. οὐκ εἶ θύραζ· ἐς κόρακας. οἴμοι δείλαιος. οὔκουν ἑτέρωσε χρησμολογήσεις ἐκτρέχων· ἥκω παρ ὑμᾶς - ἕτερον αὖ τουτὶ κακόν. τί δ αὖ σὺ δράσων· τίς δ ἰδέα βουλεύματος· τίς ἡ πίνοια, τίς ὁ κόθορνος τῆς ὁδοῦ· γεωμετρῆσαι βούλομαι τὸν ἀέρα ὑμῖν διελεῖν τε κατὰ γύας. πρὸς τῶν θεῶν σὺ δ εἶ τίς ἀνδρῶν· ὅστις εἴμ ἐγώ· Μέτων, ὃν οἶδεν Ἑλλὰς χὠ Κολωνός. εἰπέ μοι, ταυτὶ δέ σοι τί ἔστι· κανόνες ἀέρος. αὐτίκα γὰρ ἀήρ ἐστι τὴν ἰδέαν ὅλος κατὰ πνιγέα μάλιστα. προσθεὶς οὖν ἐγὼ τὸν κανόν, ἄνωθεν τουτονὶ τὸν καμπύλον ἐνθεὶς διαβήτην - μανθάνεις· οὐ μανθάνω. ὀρθῷ μετρήσω κανόνι προστιθείς, ἵνα ὁ κύκλος γένηται σοι τετράγωνος κἀν μέσῳ ἀγορά, φέρουσαι δ ὦσιν εἰς αὐτὴν ὁδοὶ ὀρθαὶ πρὸς αὐτὸ τὸ μέσον, ὥσπερ δ ἀστέρος αὐτοῦ κυκλοτεροῦς ὄντος ὀρθαὶ πανταχῇ ἀκτῖνες ἀπολάμπωσιν. ἅνθρωπος Θαλῆς. Μέτων - τί ἔστιν· οἶσθ ὁτιὴ φιλῶ ς ἐγώ, κἀμοὶ πιθόμενος ὑπαποκίνει τῆς ὁδοῦ. τί δ ἐστὶ δεινόν· ὥσπερ ἐν Λακεδαίμονι ξενηλατοῦνται καὶ κεκίνηνταί τινες: πληγαὶ συχναὶ κατ ἄστυ. μῶν στασιάζετε· μὰ τὸν Δί οὐ δῆτ. ἀλλὰ πῶς· ὁμοθυμαδὸν σποδεῖν ἅπαντας τοὺς ἀλαζόνας δοκεῖ. ὑπάγοιμί τἄρ ἄν. νὴ Δί ὡς οὐκ οἶδ ἂν εἰ φθαίης ἄν: ἐπίκεινται γὰρ ἐγγὺς αὑταιί. οἴμοι κακοδαίμων. οὐκ ἔλεγον ἐγὼ πάλαι· οὐκ ἀναμετρήσεις σαυτὸν ἀπιὼν ἀλλαχῇ·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기