- Κράσσῳ καὶ τὰς αὐτὰς ὑποθέσεις λαβόντες, ἐπεὶ καὶ Πομπηϊῴ τῆς ἀρχῆς διδομένης ἡ σύγκλητος ἠναντιοῦτο, καὶ Καίσαρα μυριάδας τριάκοντα Γερμανῶν τρεψάμενον συνεβούλευεν ὁ Κάτων ἐκδοῦναι τοῖς ἡττημένοις καὶ τρέψαι τὸ μήνιμα τοῦ παρασπονδήματος εἰς ἐκεῖνον ὁ δὲ δῆμος ἐρρῶσθαι φράσας Κάτωνι, πεντεκαίδεκα ἡμέρας ἔθυεν ἐπινίκια καὶ περιχαρὴς ἦν. (Plutarch, Comparison of Nicias and Crassus, chapter 4 3:1)
(플루타르코스, Comparison of Nicias and Crassus, chapter 4 3:1)
- Τανύσιος δὲ λέγει Κάτωνα, τῆς βουλῆς ἐπὶ τῇ νίκῃ ψηφιζομένης ἑορτὰς Καὶ θυσίας, ἀποφήνασθαι γνώμην ὡς ἐκδοτέον ἐστὶ τὸν Καίσαρα τοῖς βαρβάροις, ἀφοσιουμένους τὸ παρασπόνδημα ὑπὲρ τῆς πόλεως Καὶ τὴν ἀρὰν εἰς τὸν αἴτιον τρέποντας. (Plutarch, Caesar, chapter 22 3:1)
(플루타르코스, Caesar, chapter 22 3:1)
- ἐπιπρεσβευομένων δ αὐτῶν καὶ περὶ τοῦ παρασπονδήματος ἀπολογουμένων, ὑποτοπήσας ἐνέδραν ὁμοίαν, ἐπιθέσθαι πρὸ τῶν ἀποκρίσεων. (Appian, The Foreign Wars, chapter 5:93)
(아피아노스, The Foreign Wars, chapter 5:93)
- οὗ μεῖζον παρασπόνδημα καὶ δεινότερον οὐδ εἰπεῖν εὐμαρές. (Polybius, Histories, book 2, chapter 58 4:2)
(폴리비오스, Histories, book 2, chapter 58 4:2)
- ᾔδει γὰρ ὅτι πάντες κατ ἀνάγκην αὐτῷ κοινωνήσουσι τῶν πραγμάτων, ἐπιγνόντες τὸ γεγονὸς ἐκ τῶν σφετέρων πολιτῶν παρασπόνδημα κατὰ τῶν Ῥωμαίων. (Polybius, Histories, book 3, chapter 67 5:1)
(폴리비오스, Histories, book 3, chapter 67 5:1)
- Ὅτι Φίλιππος κατὰ τὸν ἀνάπλουν ἕτερον ἐφ ἑτέρῳ παρασπόνδημα μεταχειριζόμενος προσέσχε περὶ μέσον ἡμέρας πρὸς τὴν τῶν Θασίων πόλιν, καὶ ταύτην φιλίαν οὖσαν ἐξηνδραποδίσατο. (Polybius, Histories, book 15, chapter 24 1:1)
(폴리비오스, Histories, book 15, chapter 24 1:1)
- ἀσέβημα μὲν γὰρ εἶναι τὸ περὶ τοὺς θεοὺς καὶ τοὺς γονεῖς καὶ τοὺς τεθνεῶτας ἁμαρτάνειν, παρασπόνδημα δὲ τὸ παρὰ τὰς ἐνόρκους καὶ τὰς ἐγγράπτους ὁμολογίας πραττόμενον, ἀδίκημα δὲ τὸ παρὰ τοὺς νόμους καὶ τοὺς ἐθισμοὺς ἐπιτελούμενον: (Polybius, Histories, book 36, ii. res graeciae 15:1)
(폴리비오스, Histories, book 36, ii. res graeciae 15:1)